De trinitate · §u15-open

De trinitate Unit 15 opening

Unit 15.

Lemma-led open — μέτοχοι πνεύματος ἁγίου.

Greek

εἰσηγήσατο, προθέμενος ἅμα μὲν τοῦτο τὸ κεφάλαιον, ὃ νυνὶ μέτειμεν, ἅμα δὲ καὶ τῶν μεγαλοδωρεῶν καὶ τῆς ἐν τῷ βαπτίσματι ἀναγεννήσεως τὸ πρὸς τὸν θεὸν πατέρα ἐπίκοινον τοῦ ἁγίου πνεύματος· ἔτι δὲ καὶ ὅτι τὸ «ὁ θεὸς» ὄνομα ἕν τε καὶ ἴσως ἐστὶν τῇ τριάδι· καὶ ἰσοδυνάμως ἀεὶ ἐνεργεῖ ἐπικληθεὶς ὅ τε θεὸς πατὴρ ὅ τε θεὸς υἱὸς ὅ τε θεὸς πνεῦμα· Κορινθίοις γράφων δημηγορεῖ· «ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνό ματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.» διὸ οἱ κοινωνοῦντες αὐτῷ ὅ ἐστιν οἱ ἀξιούμενοι ἁγιάζεσθαι ὑπ' αὐτοῦ καὶ δικαιοῦσθαι καὶ σοφίζεσθαι, εἴρηνται, ὡς ὁ αὐτὸ ἀπόστολος Ἑβραίους διδάσκει· «μέτοχοι πνεύματος ἁγίου.» καὶ Ἐφεσίοις δὲ γράφει· «ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.» δῆλον γάρ, ὡς οἱ σφραγιζόμενοι, τουτέστιν ἁγιαζόμενοι, μετέχουσιν, ἀλλ' οὐ μετέχονται. καὶ γὰρ εἰ κτίσμα ἐτύγχανεν ὂν τὸ ἅγιον πνεῦμα ἢ ὁ υἱός, ποῦ ἦν χρεία τὸ κτίσμα ἁγιάζειν καὶ ποιεῖν τὴν πλήρωσιν, καίτοι τοῦ θεοῦ πατρὸς ἀποχρώντως ἡγιακότος; οἱ γοῦν κτιστοὶ ἀκτίστου τὸ χρῖσμα τοῦτο εἰδότες, οὐκ οἴκοθεν παρέχομεν τὸν ἁγιασμόν, ἀλλὰ φαμέν· ὁ θεὸς ἁγιάσαι σε. καὶ πρὸς ἕτερον δὲ ὁμόλογον καὶ κραταιὸν βαδιοῦμαι δικαίωμα, μεθ' ὃ οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν. ὁ τοῦ παντὸς δεσπότης, περὶ μὲν τοῦ θεοῦ πατρὸς καὶ ἑαυτοῦ ἀπολελυμένως διαταξάμενος· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ,» οὐχ ἁπλῶς ἐπήγαγεν· «καὶ τοῦ πνεύματος,» ἀλλὰ προσέθηκεν· «τοῦ ἁγίου». ὥστε μονονουχὶ ὑποβεβηκότως αὐτοῦ οὐκ ἐμνήσθη, ἀλλὰ καὶ ἀναβεβηκότως διὰ τὸ ἐκεῖνο εἶναι τῇ φύσει, ὅ εἰσιν αἱ αὐτοτελεῖς ὑποστάσεις, ἃς ἐσήμανεν τὸ ἓν ὄνομα, ᾧ καὶ αὐτὸ τὸ πνεῦμα συμπροσηγορεύθη· καὶ παραλλήλως διὰ τὸ ἐκεῖνο καθεστάναι τὸ ἅγιον πνεῦμα, ὅ ἐστιν τῇ θεότητι ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ· οἷς συνεμνημονεύθη, ὡς τὸ δὴ λεγόμενόν ἐστι πρόδηλον καὶ τυφλῷ. ἀλλὰ τοῦτο μὲν πλείονος ἔχεται θεολογίας· ἵνα δὲ ῥᾳδίως πιστεύηται θεότητος μόνης ἴδιον ὑπάρχειν τὸ καλεῖσθαι, καὶ εἶναι φύσει ἅγιόν τε δίκαιόν τε, ἔτι μὴν τὸ ἁγιάζειν καὶ δικαιοῦν τὰ οἰκεῖα κτίσματα, ὅμοια ὑμνημένα εἰσὶν περὶ μὲν τοῦ πατρὸς, ὡς ἡνίκα αὐτὸς ὁ υἱὸς παρὰ Ἰωάννῃ λέγῃ· «πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου,» καὶ πάλιν· «ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν,» καὶ αὖθις· «πάτερ δίκαιε.» καὶ ὡς ὅταν προφητεύωσιν, Ἰεζεκιὴλ μέν· «καὶ γνώτωσαν, ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς,» ∆αυὶδ δὲ ἐν ιʹ ψαλμῷ· «δίκαιος κύριος, καὶ δικαιοσύνην ἠγάπησεν· εὐθύτητας ἴδον οἱ ὀφθαλμοὶ αὐτοῦ,» καὶ ἕτερος· «καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου, καὶ ὑπὸ σέ εἰσιν.» καὶ ὡς ὅταν Παῦλος ἐπιστέλλῃ πρὸς μὲν Θεσσαλονικέας· «αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς,» πρὸς δὲ Ῥωμαίους· «θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» πρὸς δὲ Ἑβραίους· «ἵνα ᾖ ἡ παρθένος ἁγία σώματι καὶ πνεύματι,» ὡς ἐγχωροῦντος τοῦ, ἢ κατ' οἰκείαν τροπὴν μὴ εἶναι αὐτὴν ἁγίαν, ἢ κατ' ἀρετὴν ἁγιάζεσθαι. λέγει δ' ἐνταῦθα, τὴν μὲν ἕξιν «πνεῦμα», τὴν δὲ πρακτικὴν ἐνέργειαν «σῶμα», κατὰ Ἡσαίαν προφητεύοντα· «καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν·» ὅ ἐστιν, οἱ τῇ πράξει ἢ τῇ ἕξει πλανώμενοι. περὶ δὲ τοῦ υἱοῦ, ὡς ἡνίκα εὐφημῆται· «εἷς ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστός,» καὶ ὡς αἱ Πράξεις διαλέγονται· «ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ 60 τῆς ἐλεύσεως τοῦ δικαίου» καὶ καθὰ Πέτρος ἔφη· «Χριστὸς ἅπερ ἁμαρτωλῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων.» καὶ ἐκ τῶν τοιούτων τοίνυν λογίων δέον, εἰ τὰ δίκαια πράττειν ἐβούλοντο, ποδηγεῖσθαι ἐπὶ τὸν θεὸν ἀνυμνεῖν τὸ πνεῦμα· τοῦτο μὲν οὐ ποιοῦσιν, φάσκουσιν δέ, ὅτι οἱ ἄγγελοι οὐχ ἡγιάσθησαν, καὶ ὅμως ἅγιοί εἰσιν·

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.