Unit 15 rem early
Rem early: Unit 15; lemma and argument toward the thesis.
Greek
οὐ προσέχοντες, ὅτι καὶ ἄγγελοι ἢ ὡς ἄνθρωποι ἡγιάσθησαν ὅπερ ἀληθές· κτιστοὶ γάρ, ἢ ἐλάττονες τῶν ἁγιασθέντων ὑπὸ τοῦ θεοῦ ἀνθρώπων καὶ μετεχόντων αὐτοῦ, καθεστᾶσιν. 6.7ν ὅτι μεθεκτὸν οὐσιωδῶς ἐστι· θεοῦ δὲ μόνον ἴδιον τοῦτο. ἡ κτίσις ἀμέθεκτός ἐστιν οὐσιωδῶς τῇ λογικῇ ψυχῇ, ὡς ἐνοικίζεσθαι αὐτήν· μόνου γὰρ θεοῦ ἴδιον τὸ οὕτως μετέχεσθαι. τὸ δ' ἅγιον πνεῦμα μεθεκτὸν οὐσιωδῶς ὑπάρχει ὡς ὁ πατὴρ καὶ ὁ υἱός, καθὰ ἐν τῷ πρώτῳ εἴρηται λόγῳ. ἐπεὶ κἀνταῦθα, τοῦ πατρὸς ἅπαξ ἐνοικοῦντος τοῖς ἀξίοις, οἷον ἦν ἀναγκαῖον, εἰ μὴ δι' ἑνότητα τῆς θεϊκῆς φύσεως καὶ πλήρωσιν τὴν εἰς ἡμᾶς, συνεισβάλλειν καὶ συνειστρέχειν καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα; ἀμέλει τοι οὐκ ἂν τίς ποτε ἕλοιτο φάναι πληθὺν οἱονείπως θεῶν κατοικεῖν ἐν ἡμῖν, ἀλλ' ἕνα κατά γε τὸ ἓν ἐν ἑνάδι θεότητος ὑπάρχειν τὰς τρεῖς ὑποστάσεις. 6.8ν ὅτι ἀγαθόν, αὐτοτίκτον τὰς ἐν τῇ κτίσει ἀγαθότητας καὶ ἀληθείας καὶ σοφίας καὶ ἀγάπας· καὶ ἐν αὐτῷ συνεπινοεῖται πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον. ἡ κτίσις ἔχει τὸ ἀγαθόν, μεταδούσης αὐτῇ τῆς ἐν μιᾷ θεότητι τριάδος, τῆς οὔσης αὐτὸ τἀγαθόν. καὶ ἔστι δεύτερον τὸ κατὰ μετοχὴν ἔχειν τι πρὸς τὸ ἑαυτοῦ μέτρον ἀγαθὸν τοῦ φύσει αὐτὸ τὸ πρῶτον καὶ ἀμέτρητον ἀγαθὸν ὑπάρχειν· καὶ οὐ συγκλώθεται οὐδὲ συντάττεται τῷ δημιουργῷ ἑνὶ καὶ πρωτουργῷ ἀγαθῷ· οὗ πάντα μὲν ἐφίεται, αὐτὸ δὲ οὐδενὸς, τὸ ἐν τῇ κτίσει εὑρισκόμενον ἀγαθόν, κἂν λέγηται ἐν εὐαγγελίῳ· «εὖ, δοῦλε ἀγαθέ,» καί· «ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προ φέρει τὸ ἀγαθόν». οὐ γάρ, ὡς εἰπεῖν, αὐτὸ τὸ ἐγκάρδιον καὶ κυρίως ὂν ἀγαθὸν λέγει, ἀλλὰ τὸ συνεζευγμένον καὶ πρέπον τῇ κτίσει. ἐκεῖνο γὰρ πληθύει τε καὶ τοῖς οἰκείοις ποιήμασιν φιλοτιμεῖται ἀγαθότητας, ὅπως ἂν ἐντεῦθεν ἕκαστα τῶν ὄντων σώζηται, καὶ ἐν ᾗ ἔλαχεν εἶναι τάξει διαμένῃ· καὶ αὐτό ἐστιν τὸ ἓν ἀγαθόν, αἴτιον πᾶσιν πάντων ἀγαθῶν· καὶ δι' αὐτὸ πράττεται τὸ κάτω ἀγαθόν· καὶ αὐτὸ σώζει πάντα, οἷς ἂν παρῇ, ὥσπερ τὸ κακὸν ἐκ προαιρέσεως ἡμῶν συμβαῖνον φθείρει. οὗ αἰσθόμενοι καὶ οἱ ἔξω φασίν; ὡς· οἱ κακοὶ τοῦτο μέγιστον ἔχουσιν ἐν ἑαυτοῖς ἀγαθόν· ἄλλους γὰρ ἐπιχειροῦντες κακοῦν, αὐτοὶ πρότεροι τῆς ἑαυτῶν ἀπολαύουσι μοχθηρίας. τὸ δὲ ἅγιον πνεῦμα, ὡς προείρηται, ὑπάρχον αὐτὸ–ἀπροδεὲς–ἀγαθὸν καὶ ὅλον–ἀεὶ–πρὸς–πάντας–ὂν–ἀγαθὸν καὶ οὐ δεύτερον τοῦ ἑνὸς καὶ πρώτου ἀγαθοῦ, ἴσας τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ περὶ τούτου μαρτυρίας ἐδέξατο, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη λόγῳ καὶ ὡς ὁ Ἔσδρας ὁ πρὸς τὴν θείαν παρρησιασάμενος ἀγαθότητα διὰ τὸ εἰδέναι, ὅτι κἂν πταίῃ τι, τὸ παθεῖν παρ' αὐτῆς οὐκ ἔνι, προεφήτευσεν· «καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς.» καὶ Ματθαῖος δὲ καὶ Λουκᾶς αὐτὴν τὴν θεϊκὴν ἀγαθότητα τὸ πνεῦμα κατ' οὐσίαν εἶναι σημαίνοντες, καὶ ἐν αὐτῷ ἐπινοεῖσθαι «πᾶσαν δόσιν ἀγαθὴν καὶ πᾶν δώρημα τέλειον», ὁ μὲν ἔγραψεν· «πόσῳ μᾶλλον ὁ πατὴρ ἐξ οὐρανοῦ δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» ὁ δέ· «πόσῳ μᾶλλον ὁ πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;» τρεπτῆς γάρ, ὅ ἐστιν κτιστῆς, οὐσίας ἴδιον τὸ ὑπ' ἄλλου ἀγαθύνεσθαι ἢ ἁγιάζεσθαι ἢ σοφίζεσθαι καὶ μὴ αὐτὴν ἀτρέπτως ὑπάρχειν ταῦτα. καὶ ὁ θεὸς δὲ ἐν Ἠσαίᾳ δεικνύς, ὡς οὔποτε τὰς πνευματικὰς αὐτοῦ εὐλογίας λήψεταί τις μὴ ἀνάπλεως πρότερον τῆς σοφίας καὶ συνέσεως τοῦ ἁγίου πνεύματος εὑρεθείς, ἔφη· «ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου.» ᾧ ἑπόμενα ἔγραψε Παῦλος· «διὰ τοῦτο», φησίν, «καὶ ἡμεῖς, ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυ όμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματι κῇ περιπατοῦντες ἀξίως τοῦ κυρίου.» δῆλον δέ, 61 ὅτι λέγει· τοῦ θεϊκοῦ πνεύματος. συνεπινοεῖσθαι γὰρ τῷ πνεύματι τοῦ θεοῦ τὴν ἄνω ἀτελεύτητον βασιλείαν, ὡς μὴ ἀλλοτρίαν αὐτοῦ τυγχάνουσαν διὰ τὴν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν ἀλληλουχίαν. καὶ αὖθις διὰ τῆς αὐτῆς ἐπιστολῆς πιστοῦται, γράφων· «οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιο σύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.» οὐκ ἔλαθεν δ' οὐδὲ τοῦτο καὶ Πέτρον. ἀπολογούμενος γὰρ τοῖς αἰτιωμένοις τὴν συντυχίαν, ἣ ἐποιήσατο πρὸς Κορνήλιον, ἔφη· «εἰ οὖν τὴν ἴσην δωρεὰν δέδωκεν αὐτοῖς ὁ θεός, παρασχὼν τὸ ἅγιον πνεῦμα, ὡς καὶ ἡμῖν ἐν ἀρχῇ· ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;» καὶ πάλιν· «καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν·
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.