De trinitate Unit 16 opening
Unit 16.
Lemma-led open — οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται.
Greek
ἡνίκα δεῖ τοῖς ἀξίοις ἐκφαίνειν. τὸν δὲ Πέτρον, ὡς προείρηται, γράψαι· ἀπεστάλη ἀπ' οὐρανοῦ τὸ πνεῦμα· νοείσθω, ᾧ τρόπῳ νοεῖται τό· ἀπεστάλη ὁ υἱός. ὡς λόγος γὰρ ἐκεῖνος, καὶ τοῦτο ὡς ῥῆμα καὶ πνεῦμα τοῦ θεοῦ ἀπεστάλη. καὶ διὰ τὸ εἰδέναι, ὅτι τὰ παρὰ τοῦ Χριστοῦ ἢ τοῦ ἁγίου πνεύματος λεγόμενα λέγεται καὶ παρὰ τοῦ πατρὸς διὰ τὸ ἓν θέλημα, τὰ τοιαῦτα κεῖται ῥήματα. οὔτε γὰρ ἀγνοεῖ ἢ πέμπεται ὡς δοῦλον, οὔτε ἀφ' ἑαυτοῦ λαλεῖ ἢ ποιεῖ ἢ ἔρχεται ὡς ἀντίθεον. 6.16ν ὅτι οὐδεὶς ὁρᾷ τὸν θεὸν καὶ πατέρα, εἰ μὴ μόνος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, καὶ πρὸς τοὺς λέγοντας· οὐ γέγραπται οὖν, φησίν, ὅτι οἱ ἄγγελοι βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός; ἡ κτίσις οὐχ ὁρᾷ τὸν θεὸν καὶ πατέρα οὕτως, ὡς ἔστιν· ἑτέρᾳ γὰρ φύσει τοῦτο ἀχώρητον καὶ ἀβάστακτον ὑπάρχει· καὶ πρὸς αὐτήν ἐστιν τό· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται.» αἱ δὲ γραφαὶ λέγουσιν, ποτὲ μὲν τὸν υἱὸν μόνον, ποτὲ δὲ τὸ ἅγιον πνεῦμα μόνον ὁρᾶν ἢ εἰδέναι τὸν θεὸν πατέρα, ἐπειδὴ ἐν μονάδι θεότητος ἡ τριάς, ὡς ἡνίκα ὁ σωτὴρ παρὰ Ἰωάννῃ λέγει· «οὐχ ὅτι τὸν πατέρα τις ἑόρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ θεοῦ· οὗτος ἑόρακεν τὸν πατέρα.» ἔστιν δὲ ἐκ τοῦ θεοῦ κατὰ φύσιν ὁ υἱὸς γεννητικῶς, καὶ τὸ ἅγιον πνεῦμα ἐκπορευτικῶς· καὶ πάλιν· «οὐδὲ γὰρ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ,» καὶ ὡς ὅταν ἰδικῶς περὶ τοῦ ἁγίου πνεύματος, ὡς προελέχθη, Παῦλος Κορινθίοις γράφει, καὶ ὡς Ἠσαῖας προφητεύει· «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα γνώσεως καὶ εὐσεβείας.» οὐ γέγραπται οὖν, φησίν, Ματθαίῳ ἀπὸ τοῦ σωτῆρος· «ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς;» ναί· ἀλλὰ βλέπουσιν, οὐχ ὅσος καὶ οἷός ἐστιν ὁ θεός, ἀλλὰ καθ' ὅσον αὐτοὶ χωροῦσιν. ὁ δὲ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα διὰ τὸ ταὐτὸν τῆς θεότητος ὁρῶσιν οὕτως, ὡς ἔστιν ὁ ἀμεγέθης καὶ ἀνείδεος θεός. 6.17ν ὅτι τὸ ἅγιον πνεῦμα τὴν κτίσιν υἱοθεσίας ἀξιοῖ· αὐτὸ δὲ ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ ἐκπορεύεται. ἡ κτίσις ἡ λογική, ὅταν ἀξία γένηται ἀνακαινισμοῦ καὶ υἱοθεσίας, ὑπὸ τῆς πανδυνάμου χάριτος τοῦ ἁγίου πνεύματος τούτων ἀξιοῦται, ἐπειδὴ οὐ κτίσμα, ἀλλὰ θεὸς ὑπάρχει, οἷος ὁ κτίσας τὸ πρῶτον. 6.18ν ὅτι οὐχ ὑμνεῖ ὡς ἡ ἄλλη κτίσις· ἐπειδὴ αὐτὸ τῶν ὑμνημένων ἐστι. ἡ κτίσις 64 πᾶσα, ὁρατὴ καὶ ἀόρατος, ὀνομαστὶ προστάττεται ὑπὸ τῶν τριῶν παιδῶν Ἀνανία, Ἀζαρία καὶ Μισαὴλ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ἀποτεθέντων ὑμνεῖν καὶ ὑπερυψοῦν τὸν θεὸν εἰς τοὺς αἰῶνας· ἔτι δὲ καὶ τὰ Χερουβὶμ καὶ ὁ θεϊκὸς θρόνος, ὃ ἐνταῦθα νοεῖται τὰ Σεραφίμ, δοξάζει ἅτε ὄντα καὶ αὐτὰ μέρος τῆς κτίσεως. ἔφασαν γὰρ οἱ αὐτοί· «εὐλογήμενος εἶ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ,» καὶ πάλιν ἀντὶ τοῦ μνημονεῦσαι τῶν Σεραφίμ· «καὶ εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.» ὁμοίως καὶ ὑπὸ τοῦ ∆αυίδ, ἐνεργουμένου ὑπὸ τοῦ ἁγίου πνεύματος, ἐν ρβʹ καὶ ἐν ρμηʹ ψαλμῷ παρακελεύεται ἡ κτίσις αἰνεῖν τὸ κύριον. τὸ δὲ ἅγιον πνεῦμα, ὡς καὶ ὁ υἱός, οὐ συνεμνημονεύθη, ἐπειδὴ καὶ αὐτὸ οὐ δημιούργημα, ἀλλὰ δημιουργός· οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ τῶν ὑμνουμένων καὶ ὑπ' αὐτῶν τῶν Σεραφίμ ἐστιν τῶν σὺν πολλῷ φόβῳ περιεστώτων τὸ θεϊκὸν βῆμα καὶ συγκαλυπτόντων ταῖς πτέρυξιν ἑαυτὰ καὶ ἀμοιβαδὸν ἀνταναφωνούντων ἀσιγήτοις στόμασιν καὶ ἀκαταπαύστῳ φωνῇ τρίτον «ἅγιος» διὰ τὰς τρεῖς ὑποστάσεις, ἅπαξ «κύριος» διὰ τὴν μίαν κυριότητα· ἅπερ, ὅτι μάλιστα δείκνυσιν τὴν θεότητα τοῦ πανυμνήτου πνεύματος. Μακεδονιανοὶ δέ, φυλαττόμενοι καὶ οἷον δεδοικότες, μὴ περὶ αὐτοῦ ἢ προσήκοντά ποτε λέγοντες ὀφθῶσιν ἢ ἀπρόσηκα προέμενοι λάθωσιν, ἐπιβαίνουσιν ἄνευ δίκης ἑαυτοῖς ἐπιτρέποντες καὶ τῷ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.