Unit 15 rem close
Rem CLOSEOUT: Unit 15 CLOSEOUT.
Greek
αὐτοῦ.» τὸ δὲ ἅγιον πνεῦμα τοῦ θεοῦ αὐθεντικῶς προφήταις καὶ ἀποστόλοις προστάττει, ὡς θεὸς καὶ δεσπότης, καθὰ ἐν τοῖς ὑποκειμένοις κεφαλαίοις ἀποδειχθείη. 6.12ν ὅτι ἐνδυναμοῖ ἡ κτίσις ἐνδυναμοῦται ὑπὸ τῆς παναλκοῦς καὶ πανδυνάμου θεϊκῆς ἰσχύος, οὐκ ἐνδυναμοῖ δὲ αὐτή.τὴν γὰρ αὐτῇ διαρκοῦσαν ἐδέξατο δύναμιν, καὶ μεταδιδόναι τοῖς συνδούλοις οὐ σθένει. τὸ δέ γε πνεῦμα τοῦ θεοῦ τῇ γονίμῳ καὶ θρεπτικῇ καὶ ἀνεκλείπτῳ αὐτοῦ ἰσχύι ἐνδυναμοῖ, ἐπειδὴ κτίστης καὶ οὐ κτίσμα τυγχάνει. ὁ γὰρ σωτὴρ ἐν ταῖς πράξεσι φησίν· «ὑμεῖς δὲ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς.» ὡς δίχα τῆς αὐτοῦ ἐπιφοιτήσεως οὐδεμίας ἡμῖν πρὸς τὸν θεὸν δυνάμεως ἢ ἐλπίδος ὑπαρχούσης. κατανοητέον δὲ πρὸς τούτῳ, ἓν μὲν, ὅτι τὴν παρουσίαν τοῦ ἁγίου πνεύματος κατ' ἐξουσίαν σημαίνει γεγενῆσθαι· ἕτερον δέ, ὅτι οὐκ αὐτάγγελος ἦλθεν, ἀλλ' ὑπ' αὐτοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος προεμηνύθη. καὶ αὖθις οὖν λέγει· «ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» αὕτη δὲ ἦν ἡ τοῦ ἁγίου πνεύματος. καὶ Παῦλος γράφει Ῥωμαίοις, ἃ θαυμάσαι ἢ ἑρμηνεῦσαι ἀξίως, μάλιστα ἐξ ἐπιδρομῆς, οὐδενὶ εὐπετές· «ἔχω οὖν πεποίθησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν θεόν. οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ λόγῳ καὶ ἔργῳ εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος ἁγίου.» 6.13ν ὅτι ἀψευδές· ὅπερ ἴδιον μόνου θεοῦ ἡ κτίσις οὐκ ἀληθεύει ἀεί, ἀλλ' ἐξ οἰκείας γνώμης ἔχει τροπῆς μέρος καὶ τὸ ψεύδεσθαί ποτε. ὡς ἐν μὲν ἀσάρκοις ὁ διάβολος, ἐν δὲ σαρκίνοις καθὰ γράφει· «πᾶς ἄνθρωπος ψεύστης,» καί· «ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» οὐ γὰρ ἐπιψεύδεσσι πατὴρ θεὸς ἔσσετ' ἀρωγός, ἔγραψαν καὶ οἱ ἔξω. ἐν δὲ ἁγίοις, ὡς Παῦλος περὶ τῶν ἀποστόλων ἔφη· «ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγ γελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων» ἃ εἶπεν. ὡς ἀληθῶς γὰρ μόνης θεϊκῆς φύσεως τὸ ἀεὶ ἀψευδεῖν. διὸ Ἑβραίοις ἐπέστειλεν· «ἵνα» φησίν, «διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύ σασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆ σαι τῆς προκειμένης ἐλπίδος.» ἡ δὲ κοινωνία τοῦ ἁγίου πνεύματος, κοινωνοῦσα τῇ φύσει τῷ πατρὶ καὶ τῷ υἱῷ, κοινωνεῖ εἰς ὅλα, ἔτι μὴν καὶ εἰς τὸ ἀψευδεῖν. πνεῦμα γὰρ ἀληθείας ἐστὶν τοῦ θεοῦ, ὡς προελέχθη, τῷ ἑνὶ θελήματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἑαυτοῦ λαλοῦν, καὶ ἀφ' ἑαυτοῦ οὐ λαλοῦν, ὡς ὁ υἱὸς αὐτῷ ἐμαρτύρησεν εἰπών· «ἀφ' ἑαυτοῦ οὐ λαλήσει.» 6.14ν ὅτι ἀλήθεια, διὰ τὸ μὴ διαφωνεῖν αὐτὸ πρὸς τὴν μίαν θεότητα. ἡ κτίσις οὐδὲν ἔχει προσαγορευθὲν ἀλήθεια, διὰ τὸ μίαν εἶναι θεϊκὴν ἀλήθειαν, ὡς μία ἐστὶν ἡ ἁγιότης καὶ ἡ ἀγαθότης, ἀφ' ἧς ἑκάστοις ἡμῖν ταῦτα 63 ἐφήκειν ὁμολογοῦμεν. τὸ δὲ ἅγιον πνεῦμα ἀλήθεια προσηγόρευται καθὰ ὁ πατὴρ καὶ ὁ υἱός, ἐπειδὴ τῆς αὐτῆς μιᾶς ἐστιν θεότητος, οὐδὲν ἔχον πολυσχιδὲς ἢ διαφωνοῦν. μαρτυρεῖ δὲ περὶ μὲν τοῦ πατρὸς καὶ ἑαυτοῦ ὁ υἱὸς λέγων· «πάτερ, ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν,» καὶ πάλιν· «ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια,» περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς προελέχθη. 6.15ν ὅτι οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ ἅγιον πνεῦμα, καὶ ὅτι διὰ τὴν πρὸς τὸν πατέρα ἰσότητα, τὸ ἀνάπαλιν ὁ θεὸς οἶδεν τὰ τοῦ ἁγίου πνεύματος. ἡ κτίσις οὐκ οἶδεν τὰ τοῦ θεοῦ· ὑπερβαίνει γὰρ αὐτήν, καὶ οὐδὲν πρὸς τοιαύτην εἴδησιν ὁρμῆσαι τολμᾷ, κἂν ᾖ τῶν εὐδοκίμων· ἐπειδὴ γνῶναι τὰ τοῦ θεοῦ εἰς πάμπαν ἀδύνατον τῇ μὴ οὔσῃ τῆς αὐτῆς φύσεως καὶ τὴν αὐτὴν γνῶσιν τῷ θεῷ κεκτημένῃ, ὡς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν ἐν Ἰωάννῃ· «ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ ὁ κύριος αὐτοῦ,» καὶ ὡς ἔγραψεν Πέτρος· «ἔστιν ἃ νῦν ἀναγγέλλει ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι.» τὸ δὲ ἅγιον πνεῦμα ὅτι ἐπίσταται ὡς ὁμοούσιος θεός, ὁ ἀπόστολος Κορινθίοις ἐπέστειλεν, ὡς προείρηται. καὶ πάλιν τὴν μεγαλειότητα τοῦ πνεύματος καὶ τὴν πρὸς τὸν πατέρα ἰσότητα παριστῶν, ἰσόρροπον ἐκείνῳ γράφει· «ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ πνεύματος.» καθὰ γὰρ μέγα τι λέγων περὶ τοῦ πατρὸς, εἶπεν εἰδέναι αὐτὸν τοῦ πνεύματος τὸ φρόνημα, οὕτω τὴν πρὸς αὐτὸν κοινωνίαν τῆς φύσεως καὶ θελήσεως καὶ τὴν ἰσότητα τῆς ἀξίας καὶ δυνάμεως τοῦ ἁγίου πνεύματος παριστῶν, ἔγραψεν μόνον αὐτὸ εἰδέναι τὰ τοῦ πατρὸς καὶ τὰ βάθη αὐτοῦ ἐρευνᾶν καὶ τὰς ἀγνώστους ἐκείνου νοήσεις, ἃς χρὴ καὶ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.