De trinitate · §u16-rem-mid

Unit 16 rem mid

Rem mid: Unit 16; lemma continues; reading with the letter.

Greek

ἀναπνέομεν. ἔλαθον τοίνυν ἑαυτοὺς ὡς δι' ὧν ἀκαίρως ἡμῖν οὐ συντίθενται καὶ εἰς τὸν ἀκατάσειστον οἶκον ἐπάνεισιν τὸν ἐν ἀρχαῖς. ὅθεν ἀπεπήδησαν, πράγματα πλέκουσι τῷ ἀποστόλῳ, αὐτῶν ἕνεκα διαμαρτυραμένῳ ἐν τοῖς ἐγκειμένοις αὐτοῦ ῥήμασιν ἐνώπιον τῆς ἀκτίστου φύσεως καὶ τῆς κτιστῆς, παραπλησίως πως τοῦ εἰπόντος· «ἥμαρτον τῷ θεῷ καὶ ἀνθρώποις,» καί· «διαμαρτύρομαι σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν,» καί· «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» 6.20ν ὅτι κοινωνεῖ, ὡς τῇ οὐσίᾳ, οὕτως καὶ τοῖς ὀνόμασιν, τῷ θεῷ πνεύματι καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ ἡ κτίσις ἀκοινώτητα ἔχει τὰ ὀνόματα πρὸς τὰ ἐπὶ τοῦ θεοῦ λεγόμενα ὀνόματα, ὡς καὶ τὴν φύσιν. τὸ δὲ ἅγιον πνεῦμα κοινωνεῖ τοῖς ὀνόμασι τοῦ θεοῦ διὰ τὸ καὶ τῇ φύσει κοινωνεῖν, πλὴν ὅτι ὁ πατὴρ μόνος καλεῖται «πατήρ», διὰ τὸ μόνον ὑποστάσει γεννῆσαι, καὶ ὁ υἱὸς «υἱὸς» καὶ οὐ πατὴρ ἀκτίστου φύσεως, διὰ τὸ ἀληθῶς γεννηθῆναι μέν, μὴ γεννῆσαι δέ. ὡς ἡνίκα ἡ γραφὴ ὀνομάζει καὶ αὐτὸ τὸ πνεῦμα «κύριον», ὡς πάντων δεσπόζον καὶ κοινωνοῦν τῆς μιᾶς βασιλείας τῷ πατρὶ καὶ τῷ υἱῷ· «ἅγιον», ὡς αὐτὸ φύσει ἅγιον καὶ ὡς τὴν κτίσιν ἁγιάζον· «ἄφθαρτον», «ἀγαθόν», «ἀγάπην», «σοφίαν», «σύνεσιν», ὡς καὶ τὸν θεὸν προσηγόρευσεν· «δύναμιν» ἀφ' ὧν ἐνδυναμοῖ· «δίκαιον», ἀφ' ὧν δικαιοῖ, αὐτοαναμάρτητον ὑπάρχον· «παράκλητον», ὡς καὶ τὸν υἱόν· «πῦρ», ἀφ' ὧν ὤφθη τοῖς ἀποστόλοις πυρίναις γλώσσαις, καθὰ περὶ μὲν τοῦ πατρὸς λέγει Μωυσῆς· «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον,» περὶ δὲ τοῦ υἱοῦ Ἰωάννης· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί,» καὶ ὅσα τοιαῦτα. 6.21ν ὅτι ἕν ἐστιν καὶ οὐ πολλά, ὡς τὰ κτίσματα. ἡ κτίσις οὐδὲν ἔχει ἐν μιᾷ ὑποστάσει ἤτοι ἐν ἑνὶ προσώπῳ ὑπάρχον. καὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι πολλοί, τὰ σεραφὶμ ὁμοίως, τὰ χερουβὶμ οὐχ ἕν τί ἐστιν, ἀρχαὶ καὶ ἐξουσίαι εἴρηνται, δυνάμεις καὶ κυριότητες καὶ θρόνοι· πληθυντικῶς οὐρανοί, ἄνθρωποι καὶ τὰ λοιπὰ ποιήματα. κοινωνεῖ γὰρ καὶ ἥλιος καὶ σελήνη τῷ πλήθει τῶν ἄστρων τῇ τε φύσει καὶ τῷ πυροειδεῖ, ὡς ἐξεργαστικώτερον ὁ πρῶτος τοῦτο 66 περιέσχεν λόγος. τὸ δὲ ἅγιον πνεῦμα, ὡς μὴ ἐναρίθμιον τῇ κτίσει, ἓν καὶ τὸ αὐτὸ εἶναι τὰ λόγια ἡμῖν προσανεφώνησεν. 6.22ν ὅτι διὰ τὸ ὁμοούσιον καὶ ἄναρχον γέγραπται εἶναι ὕδωρ ζωῆς ἐκ τῆς πατρικῆς πηγῆς ἐκπορευθέν. ἡ κτίσις οὐ γέγραπται εἶναι ὕδωρ ζωῆς· οὐ γὰρ ἀφ' ἑαυτῆς ἔσχεν ἀειζωίαν, ὡς ὁ ἀνάρχως ζῶν θεός. τὸ δὲ ἅγιον πνεῦμα τοῦτο εἶναι εὐφημοῦσιν οἱ ἐν τοῖς ὑπογεγραμμένοις μνημονευθησόμενοι ἱεροκήρυκες, ὡς ἐκ τῆς ἀθανάτου καὶ φυσιζώου πατρικῆς πηγῆς συμφυῶς ἐκπορευόμενον, οὐχὶ κτιζόμενον. καθάπερ γὰρ ἐν τῷ πρώτῳ εἴπομεν λόγῳ, ὅτι τὸ φῶς οὐ γενεσιουργεῖ τὴν ἑαυτοῦ αὐγήν, ἀλλὰ γεννᾷ, οὕτως ἐνταῦθα, ὅτι ἡ πηγὴ οὐ γενεσιουργεῖ τὸ ἐξ αὐτῆς ὕδωρ, ἀλλ' ἐκπορευόμενον ἔχει καὶ ὁμοούσιον οὐδεὶς γὰρ τοῦ ἑαυτοῦ ἢ υἱοῦ ἢ πνεύματος γενεσιουργός ἐστιν· ἐπεὶ οὐκέτι πατήρ, οὔτε πνεῦμα ἔχων. Ἰερεμίας ἐκ προσώπου τοῦ θεοῦ· «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ τούτῳ ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδα τος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» τὸ μυστήριον ὁ προφήτης μυστηρικῶς ἐκτίθεται. εἶπεν γὰρ «πηγὴν» τὸν θεόν, «ὕδωρ» δὲ «ζῶν» τὸ ἅγιον πνεῦμα, τὸ ἐν τῇ κολυμβήθρᾳ πάσας ἡμῶν ἐκκαθαῖρον τὰς ἁμαρτίας, τὸ διασπασθῆναι τῇ φύσει τῆς νοητῆς πηγῆς μὴ δυνάμενον, ὡς καὶ τὸ ἐκ πηγῶν ῥεῖθρον. Ἠσαῖας ὁμοίως· «ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον ὕδατος ὡς χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.» καὶ τοῦτο διὰ κρυφίων ἔχει νοητὴν διαίρεσιν. τοῖς γὰρ ἐν ἀγνοίᾳ, φησίν, τυγχάνουσιν τοῦ βαπτίσματος καὶ διὰ τοῦτο «πορευομένοις ἐν ἀνύδρῳ» «ἐπιθήσω τὸ πνεῦμά μου» τὸ ποιῆσαι δυνάμενον τὴν κολυμβήθραν ἀναθῆλαι αὐτοὺς ὡς τὰ φίλυδρα τῶν φυτῶν, καὶ· «ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.» καὶ ὁ ἱεροψάλτης τὸ ἀληθὲς τῷ πράγματι ἀφανές πως τῷ λόγῳ διὰ τὸ ἀναγκαῖον ποιῶν ἀναμέλπει ἐν μὲν λεʹ ψαλμῷ· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,» ἐν δὲ ρμζʹ· «ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ τὴν μεγάλην·» αὕτη δέ ἐστιν ἡ πᾶσα οἰκουμένη. ἵνα οὕτως γὰρ εἴπω, ὅπερ ἀνθρώποις ἐστὶν ἑκάστη πόλις, τοῦτο παντοκράτορι ἡ

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.