De trinitate · §u16-rem-close

Unit 16 rem close

Rem CLOSEOUT: Unit 16 CLOSEOUT.

Greek

οἰκουμένη. Βαροὺχ ἀποκλαιόμενος τὸν λαὸν ὄντα ἐν γῇ Χαλδαίων τῶν πνεῦμα ἅγιον μὴ ἐχόντων βοᾷ. «τί σοί ἐστιν, Ἰσραήλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ;: ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς Ἅιδου. ἐγκατέλιπες πηγὴν τῆς σοφίας· τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον·» «πηγὴν» τὸν θεόν, «σοφίαν» τὸ ἅγιον πνεῦμα λέγων. Ἰωάννης ἀπὸ τοῦ υἱοῦ πρὸς τὴν Σαμαρίτιδα. «εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν·» τῆς κολυμβήθρας τοῦ ἁγίου πνεύματος τὰ ἀθάνατα νάματα λέγων. ὅτι γὰρ πάντα ταῦτα περὶ τοῦ πνεύματος τοῦ θεοῦ εἴρηται, ὃ μνημονευθεὶς εὐαγγελιστὴς ἡρμήνευσεν ἐπὶ λέξεως· τοῦ γὰρ σωτῆρος εἰπόντος· «εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμὲ καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος,» εὐθὺς ἐπήγαγεν· «τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν.» 6.23ν ὅτι τῷ ἁγίῳ πνεύματι ἐχρίσθη ὁ σωτήρ· οὐκ ἂν δὲ εἰ κτίσμα ἦν, τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος; καὶ ὅτι καὶ ἡμεῖς χρῖσμα ἔχομεν αὐτοῦ. ἡ κτίσις ἐλαίῳ κτιστῷ ἁγιαζομένῳ βαπτίσματι χρίεται. ὁ σωτήρ, ὡς θεὸς, τῷ συνακτίστῳ αὐτοῦ ἐχρίσατο παναγίῳ πνεύματι παρὰ τοὺς μετόχους ἡμᾶς. εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος; μάρτυρες δὲ οἱ ὑπογεγραμμένοι· Ἠσαῖας ἀπὸ τοῦ σωτῆρος λέγων· «πνεῦμα κυρίου 67 ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με·» ∆αυὶδ δέ· «διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» διὰ τοῦτο ποῖον; ἐπειδὴ θεὸς ἀχειροποίητος ὢν ὑπὸ θεοῦ ἀκτίστου ἀνάρχου ἐχρίσθη. εἶπεν δὲ τὸ «ὁ θεός σου» διὰ τὴν ἐκ παρθένου γέννησιν αὐτοῦ. Πέτρος ἐν ταῖς πράξεσιν· «ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκή ρυξεν Ἰωάννης· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει·» αἱ Πράξεις· «συνήχθησαν ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ, ἐπὶ τὸν ἅγιον παῖδα σου Ἰησοῦν, ὃν ἔχρισας.» καὶ τὰ Ἄισματα δὲ περὶ τούτου ὑφηγεῖται οὑτωσί· «μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε.» «μύρου» ὄνομα εἶναι τῷ Χριστῷ λέγει τὸ τοῦ παρακλήτου· ἐπειδὴ ἄμφω αἱ ὑποστάσεις τοῦ τε ὀνόματος κοινωνοῦσιν καὶ ἐν ἑαυταῖς τὴν τοῦ θεοῦ καὶ πατρὸς εὐωδιάζουσιν φύσιν. «νεανίδας» δὲ τὰς ἐκκλησίας λέγει, ἐν αἷς δοξάζεται, περὶ ὧν καὶ ∆αυὶδ ἐν ξζʹ εἶπεν ψαλμῷ· «προέφθασαν ἄρχοντες, ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπα νιστριῶν·» οὕτω φράσας διὰ τὸ ἐκβόητον τῆς πίστεως καὶ διὰ τὸ ἠχεῖν αὐτὰς εἰς πᾶσαν τὴν γῆν τοῖς ἀναγνώσμασιν καὶ ταῖς ψαλμῳδίαις. πρὸς ἑκάστην δὲ αὐτῶν ἐν τοῖς Ἄισμασι καὶ αὐτὸς ὁ ὡραῖος τῷ κάλλει νυμφίος σωφρόνως προσλαλεῖ· «ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή.» καὶ πάλιν ἐπιθαλάμιον ὥσπερ ᾄδει· «δεῦρο ἀπὸ λιβάνου, νύμφη· δεῦρο ἀπὸ λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.» ὅτι δὲ καὶ ἡμεῖς χρῖσμα δεχόμεθα ἐν τῷ ἀνακαινισμῷ, Ἰωάννης γράφει ἐν τῇ πρώτῃ ἐπιστολῇ· «καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντα.» ὥσπερ, φησίν, ἐν τῇ οἰκονομίᾳ ὁ σωτήρ, καὶ «ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου» πνεύματος. καὶ τοῦτο δὲ τὸ σωτήριον δῶρον κοινῇ ὑπὸ τῆς μακαρίας τριάδος ἡμῖν παρεσχῆσθαι, διδάσκουσιν οὕτως· Ἠσαῖας· «καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσιν τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάν τα τοῖς ἔθνεσιν.» «ὄρος» γὰρ τὴν ἐκκλησίαν τοῦ θεοῦ διὰ τὸ ὑψηλὸν τῆς πίστεως, «οἶνον» τὸ δεσποτικὸν σωτήριον αἷμα, «μύρον», ὃ ἁγιασθέντες ἀλειφόμεθα ὑπὸ τοῦ ἱερέως προανεφώνησεν. Ἰωάννης ἐν τῇ αὐτῇ πρώτῃ ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· «καὶ ὑμεῖς τὸ χρῖσμα, ὃ ἐλάβετε ἀπ' αὐτοῦ, μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων,» Παῦλος δὲ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους· «ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς θεός, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.» 7.ν Περὶ τῶν θεϊκῶν ἐνεργειῶν καὶ παροχῶν τοῦ ἁγίου πνεύματος Ἄγαν τοίνυν φιλοτίμως τὴν θεῖαν καὶ ἀκροτάτην τοῦ ἁγίου πνεύματος φύσιν τὴν οὖσαν ὑπὲρ ζωὴν καὶ ὑπὲρ νοῦν· τὰ λόγια ἐπιδείξαντα ἐφάμιλλον αὐτῆς καὶ τὴν

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.