De trinitate · §u17-open

De trinitate Unit 17 opening

Unit 17.

Lemma-led open — ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος

Greek

κηδεμονικωτάτην ἔνθεον ἐνέργειαν ἐκφαίνει οὑτωσί· 7.1ν ὅτι ζωοποιεῖ ὅτι ζωοποιεῖ, ὡς πνεῦμα ὑπάρχον τοῦ ζωογονοῦντος τὰ πάντα θεοῦ, κατὰ Παῦλον τὴν σάλπιγγα τῆς πίστεως, γράφοντα Ῥωμαίοις μέν· «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·» καὶ πάλιν· «ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν·» Κορινθίοις δέ· «οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. τὸ γὰρ γράμμα ἀπο κτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» γράμμα δὲ εἶπεν τὸν Μωσαϊκὸν νόμον, τὸν διαγορεύοντα· «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» καὶ ἀμυνόμενον τὸν ἀσυνέτως βιοτεύοντα· 68 ζωοποιὸν δὲ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, τὸ μηκέτι ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν ἡμᾶς ποιῆσαν καὶ παρεγγυῆσαν μὴ ἀποδοῦναι· «κακὸν ἀντὶ κακοῦ», μᾶλλον δὲ ἀγαθὸν ἀντὶ κακοῦ παρασχεῖν. «ἐάν», γὰρ φησίν, «πεινᾷ ὁ ἐχθρός σου, χόρτασον αὐτόν·» καὶ πάλιν τοῖς αὐτοῖς· «ἐγένετο ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν·» Γαλάταις δέ· «ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·» καὶ κατὰ Ἰωάννην λέγοντα ἀπὸ τοῦ σωτῆρος· «τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν.» αὐτὸ δὴ τοῦτο δηλῶν Ἰεζεκιήλ, καὶ ὅτι σὺν τῷ θεῷ, ὡς πνεῦμα αὐτοῦ, τὴν ἀνάστασιν ποιήσει, προφητεύει· «τάδε λέγει κύριος τοῖς ὀστέοις τοῖς ξηροῖς τούτοις· ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω ἐφ' ὑμᾶς τὸ πνεῦμά μου, καὶ ζήσεσθε καὶ γνώσεσθε, ὅτι ἐγὼ κύριος.» ἡ οὖν οὐσιωδῶς ζωὴ καὶ ἡ ζωοποιὸς δύναμις οὔτ' ἀρχὴν οὔτε πέρας οὔτ' ἀλλοίωσιν ἔχει· τὸ δὲ τούτοις μὴ ὑποπῖπτον φύσει καὶ ἀληθείᾳ θεός ἐστιν, ἅτε δὴ καὶ τὰ κατ' ἐξαίρετον τοῦ θεοῦ καὶ πατρὸς οἴκοθεν κεκτημένον. οὐδὲν γὰρ κτιστὸν ζωῆς αἴτιον εἶναι ἢ ζωὴν ἐν ἑαυτῷ δεικνύναι δύναται· πάντα δὲ νεκρὰ τὰ τοῦ θεϊκοῦ πνεύματος ἐστερημένα· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν,» ὡς ἔφασαν αἱ ἀποστολικαὶ πράξεις. καὶ γὰρ εἰ πάντα τὰ γινόμενα καὶ φθαρτά, τὰ δὲ φθειρόμενα στερεῖται ζωῆς ὑπομένοντα· πῶς ἂν ἄλλοις χαρίσαιτο ταῦτα, ὧν αὐτὰ γίνεται ἐνδεῆ; ζωοποιούμεθα δὴ οὖν ὑπὸ τοῦ ἁγίου πνεύματος, ὡς καὶ ὑπὸ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» 7.2ν ὅτι διὰ τὴν ταυτότητα τῆς θεότητος καὶ τὴν ἴσην ἐνέργειαν γέγραπται, ὡς ἤγειρεν τὸν ἑκουσίως δι' ἡμᾶς παθόντα σαρκὶ Χριστὸν ποτὲ πατὴρ, ποτὲ αὐτὸς ἑαυτόν, ποτὲ τὸ ἅγιον πνεῦμα. καὶ κατὰ αἱρετικῆς ἐκθέσεως. ὅτι διὰ τὴν ταυτότητα τῆς θεότητος καὶ τὴν μίαν ἐνέργειαν λέγουσιν αἱ γραφαί, ὡς κατὰ τὴν τοῦ δούλου μορφὴν Ἰησοῦν Χριστὸν ἤγειρεν ποτὲ ὁ πατήρ, ποτὲ αὐτὸς ἑαυτόν, ποτὲ τὸ ἅγιον πνεῦμα· οὑτωσὶ αἱ πράξεις· «τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ·» Ἰωάννης ἀπὸ τοῦ σωτῆρος· «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. αὐτὸς δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ·» καὶ πάλιν· «ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτήν. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Πέτρος ἐν τῇ πρώτῃ ἐπιστολῇ· «Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ θεῷ· θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι.» 7.3ν ὅτι δημιουργεῖ καὶ ἐκ νεκρῶν ἐγείρει. ἐν ταὐτῷ, ὅτι τὸ ἁγιάσαι δημιουργῆσαί ἐστιν καὶ ἀναγκαιότερον τοῦ δημιουργῆσαι. καὶ κατὰ αἱρετικῆς ἐκθέσεως. ὅτι δημιουργεῖ τὸ μέγα κτίσμα τὸν ἄνθρωπον καὶ ἐκ νεκρῶν ἐγείρει καὶ ζωοποιεῖ καὶ εἰς οὐρανὸν ἐπιστρέφει καὶ συγκαταρρυεῖσαν ταῖς ἀνθρωπίναις ἀνομίαις τὴν γῆν ἀνεκαίνισε

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.