De trinitate · §u18-rem-close

Unit 18 rem close

Rem CLOSEOUT: Unit 18 CLOSEOUT.

Greek

μελλόντων ἢ αὐθεντείαν τοῦ χρηματίζειν, ὡς ὁ θεὸς ἔχειν δύνανται; εἰ δὲ οὐκ ἴσασι μὲν οὗτοι ἀφ' ἑαυτῶν οὐδὲ κατ' ἐξουσίαν ἰδίαν χρηματίζουσιν, ὡς ἔστι καὶ δίχα συστάσεώς τινος τὸ πρᾶγμα αὐταπόδεικτον, διὰ δὲ τὸ τὴν λέξιν μόνην κατὰ κοινοῦ κατηγορεῖσθαι ἐπὶ τὴν μέμψιν καὶ τὴν κατηγορίαν παρηγγείλατε, προπετῶς καὶ ἀδιασκέπτως ἐπράξατε, καὶ οὐδὲ πρὸς τὸ πρᾶγμα. οὐδὲ γὰρ εἰ τὸν θεὸν πατέρα φαῖεν τυχὸν ἄλλοι τινές, ὅτι χρηματίζει καὶ ἀγαθός ἐστιν, ἡμᾶς τὸ ἐναντίον λέγειν πρέπον. εἴπω τι ὑμῖν καὶ ἕτερον· «βλέπετε μὴ τὸν χρηματίσαντα τῷ ἑκατοντάρχῃ ἄγγελον, τὸν ἅγιον τῶν ἁγίων, σωτῆρα εἶπεν; τῷ γὰρ ὀνόματι τούτῳ προσχρησαμένῃ ἐπικεκρυμμένως σὺν ἐμφάσει πολλῇ καὶ θείᾳ περὶ αὐτοῦ φαίνεται ἡ γραφὴ διὰ τὸ ἀγγεῖλαι ἐν τῇ οἰκονομίᾳ ὡς υἱὸν λόγον τὸ πατρικὸν βούλημα. οὐ γὰρ εἶπεν ὀνομαστί, ὡς εἴωθεν λέγειν· Μιχαήλ, Γαβριὴλ ἢ ὁ δεῖνα.» τί τοίνυν ἐξ ἁπάντων τῶν ἡμετέρων λόγων αἰτιάσαιτ' ἂν τίς εὐλόγως; τί δὲ μέμψαιτο τῇ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι ὀρθοδόξων πίστει; πῶς δὲ οὐ πιστεύειν ἄξιον, ὡς τὸ ἅγιον πνεῦμα βασιλικῶς ἤτοι θεϊκῶς χρηματίζει, οἱ δ' ἄγγελοι λειτουργικῶς ἤγουν διακονικῶς; ὡς χαλεπὸν οὖν, καθά φησιν, οἰάκων ἔχεσθαι. ὅτῳ κυβερνητικῆς οὐχ ὕπεστιν, οὕτω χαλεπὸν καὶ διδάσκειν, ὅτῳ ἡ χάρις τοῦ θείου πνεύματος ἡ τῶν ἀνθρώπων σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ ἐργαζομένη τὴν σωτηρίαν οὐ πάρεστιν, οὔτε ἐστὶν τὸ εἰδέναι τὴν καὶ ἐν τοῖς αἰνίγμασιν τῶν λογίων εὑρισκομένην ἀσφάλειαν καὶ τὴν ἀπὸ τῆς ἐπιστήμης τῶν πιστῶν ἀνδρῶν διδομένην ἀπόκρισιν, καὶ ὅτῳ ἐριστικῆς καὶ ἀντιλογικῆς καὶ ποικίλης προαιρέσεως ἄνευ οὐκ ἔστιν λόγου προφορά. οἶδα δὲ σαφῶς, ὦ εὐδόκιμοι καὶ τὸ οὐράνιον φῶς κατοικοῦντες ἄγγελοι τοῦ θεοῦ, ὅτιπερ ὑμεῖς ὡς ἄμεμπτοι καὶ τέλειοι οὐκ ἠχθέσθητε ἐπὶ τοῖς λεχθεῖσιν παρ' ἐμοῦ, ἕνεκα τῶν κατὰ τὴν φύσιν, οὐ κατὰ τὸ ἐπαινετὸν τῆς γνώμης, ὁμοίων ὑμῖν ἀγγέλων· οἷς ἐξ ἀρχῆς μέμψις παρηκολούθησεν, ὡς καὶ οἵτινες ὑμῖν μάλιστα ἀπίθανοί τινες πρὸς τὸν κατὰ τῆς ἀληθείας ἀγῶνα φαίνονται. ὁ γὰρ λόγος μοί ἐστιν ὑπὲρ τοῦ θεϊκοῦ πνεύματος τοῦ φωτίζοντος ἅπαντα καὶ φιλοτιμουμένου τὰ θεϊκὰ τοῖς κτίσμασι τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ ἐφάμιλλα, τοῦ ἁγιάσαντος καὶ ὑμᾶς καὶ συνδοξαζομένου παρ' ὑμῶν ἅμα τῷ πατρὶ καὶ τῷ υἱῷ διὰ τοῦ τρισαγίου αἴνου. μᾶλλον δὲ καὶ συνεπενεύσατε πνεῦμα τοῦτο τῆς ὑποστάσεως τοῦ θεοῦ ἓν καὶ μόνον καὶ θεὸν ἀνευφημήσαντί μοι· καὶ ἐβούλεσθε ἂν τάχα πανηγυρίζει δέ μοι ἐν τῷ μέρει τούτῳ τὸ βιβλίον δι' ὑπερβολὴν εὐνοίας ὑμῶν τῆς περὶ τὴν σεπτὴν καὶ ὁμοούσιον τριάδα ὑμετέρα τε εἶναι ῥήματα τὰ ἐκ τῆς τῶν γραφῶν διανοίας λεχθέντα παρὰ πολλῶν καὶ νῦν παρ' ἐμοῦ καὶ μηδέποτε σιωπὴν τούτοις ἐπιβληθῆναι, καὶ πάντας δὲ τοὺς ἀνθρώπους τὴν ἀπὸ τῶν πραγμάτων σχολὴν δαπανᾶν εἰς ὑπόθεσιν τοιαύτην. τοιγαροῦν διὰ τοῦτο κρίσει τῇ ὑπερτάτῃ, σὺ μὲν, ὦ ἅγιε Μιχαήλ, ἄρχειν τῶν 76 ἀσωμάτων στρατιῶν προεχειρίσθης καὶ ζώνῃ οἷον νοερᾷ ἐτιμήθης, καὶ εὐωδία τις τῆς πάντων δεσποζούσης παναγοῦς καὶ οἰκτίρμονος τριάδος ὑπάρχεις· σὺ δέ, ὦ ἅγιε Γαβριήλ, διακονήσασθαι τῷ μυστηρίῳ τῆς ἀφράστου οἰκονομίας, ὡς ἐχέμυθος καὶ πιστός, ἐξελέγης· ἄλλος δὲ ἄλλῳ, οὐδὲ αἰτήσας, θεοσδότῳ χαρίσματι τετίμηται, οἵῳ μὴ καὶ ἕτεροι, καὶ οἵῳ μὴ καὶ ἡμεῖς· ἀλλὰ καὶ ἡμεῖς, οἵῳ μὴ καὶ ὑμεῖς. ὁ γὰρ θεὸς λόγος οὐ διὰ τοὺς ἁμαρτήσαντας ἀγγέλους ἄγγελος, ἀλλὰ διὰ τοὺς ἐν ἁμαρτίᾳ ἀνθρώπους ἄνθρωπος, ἀτρέπτως, ἀσυγχύτως, ἀναμαρτήτως, ἀφράστως, ὡς οἶδεν καὶ ἠβουλήθη, ἐκ τῆς παρθένου καὶ κατὰ τὴν σάρκα αὐτῆς καὶ πάντων ἡμῶν ἐγένετο, μείνας ὃ ἦν καὶ ἔστιν καὶ ἔσται, εἷς καὶ αὐτός. «εἷς γάρ», φησίν, «ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστὸς εἰς δό ξαν θεοῦ πατρός.» καὶ οὕτως, ὡς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβη, ἥξει τὸ δεύτερον, διακονουμένων αὐτῷ ἀγγελικῶν εὐδοκίμων φαλάγγων μυρίων μυριάδων, καὶ ἔτι καὶ κρινεῖ καὶ ποιήσει κατὰ τὴν φιλανθρωπίαν αὐτοῦ. διὸ μετὰ τὰς ἐκκλησίας καὶ οἶκοι εὐκτήριοι τῷ θεῷ τῆς προσηγορίας ὑμῶν ἐπώνυμοι, ὦ εὐάρεστος ξυνωρὶς ἀρχαγγέλων, οὐκ ἐν μόναις ταῖς πόλεσιν, ἀλλὰ καὶ στενωποῖς ἰδίᾳ καὶ οἰκίαις καὶ ἀγροῖς ἱδρύνθησαν, χρυσῷ καὶ ἀργύρῳ ἢ καὶ ἐλέφαντι κοσμηθέντες· ἴασίν τε οἱ ἄνθρωποι καὶ εἰς τὰ ἀπωτέρω τῆς ἐνεγκαμένης αὐτοὺς χωρία τὰ ἔχοντα οἷον ὡς πρυτανεῖα ἐπιτευγμάτων τὰ εὐκτήρια προβεβλημένα, οὐκ ὀκνοῦντες καὶ πέλαγος διαλαβεῖν, ἢ δέοι, μακρόν, καὶ πολλῶν ἐφεξῆς ἡμερῶν ὁδὸν

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.