De trinitate Unit 19 opening
Unit 19.
Lemma-led open — ἔσθ ὅτε καὶ ἀργαλέαν ἐξανῦσαι, ὡς πειραθησόμενοι πλείονος εὐνοίας μὲν τῆς περὶ τὴν πρεσβεί
Greek
ἔσθ' ὅτε καὶ ἀργαλέαν ἐξανῦσαι, ὡς πειραθησόμενοι πλείονος εὐνοίας μὲν τῆς περὶ τὴν πρεσβείαν ἀπὸ ὑμῶν, μετουσίας δὲ τῆς τῶν φιλοτιμουμένων ὑπὲρ τοῦ εὖ ἀγαθῶν παρὰ τοῦ θεοῦ. ἐν γὰρ ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις καὶ τοῖς εὐκτηρίοις καὶ μαρτυρίοις, ὡς ἐν ἄλλοις οὐρανοῖς, τὰ ἀνέκλειπτα αὐτοῦ προὔθηκεν ἀγαθά· καὶ ἀφ' ὧν οὗτος αὐτὸς ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων δέδωκέν τε καὶ ὁσημέραι δίδωσιν ἑκάστοις, ἀπὸ τούτων εὐσεβῶς καὶ ὁσίως προσφερομένην δέχεται ἀναίμακτον θυσίαν, καὶ πάντα ἔχει τὰ παρὰ ἀνθρώπων γέρα. νομίζω δὲ εἰς τὰ κατὰ αἱρετικῶν καὶ εἰς τὰ περὶ θεολογίας, καὶ τὰ ἄλογα ζῶα, μενοῦνγε τοὺς λίθους αὐτούς, τῇ προθυμίᾳ συμφθέγγεσθαι ἡμῖν. τί γὰρ οὐ ποιεῖ ὁ περὶ θεὸν ἔρως; ἢ τίνι παραχωρεῖ φίλτρον ἀληθὲς καρδίας; ἴστε γὰρ σὺν θεῷ δὲ πάντα εἰρήσθω οὕτω μεθ' ὑμῶν τε καὶ τῶν ἐκ τῆς ἡμετέρας φύσεως γεγονότων ἁγίων πρεσβευόντων πεπραχέναι, ὡς μηδένα πω μέχρι καὶ τήμερον οἷον δίκην τινά μοι καὶ κακηγορίας ἑλέσθαι λαχεῖν ὑπὲρ ὑμῶν τῶν ἡμετέρων πρέσβεων τῶν τιμὰς τὰς πρὸς τὸ μέτρον ὑμῶν παρὰ πᾶσιν ἐχόντων· μηδὲ ὀνόματι καλέσαι με εἰς ἀγῶνα τὸν περὶ τούτου καὶ κρίσιν, καίτοι εὑρισκομένων τῶν τὰ μὴ ὄντα κατηγορούντων· ἀλλὰ μηδέ τινα πειραθῆναι διελέγξαι με ὡς εἴην λόγους ἀκούσας κατὰ τοῦ θεοῦ λόγου καὶ τοῦ ἁγίου πνεύματος καὶ δι' αἰδῶ τυχὸν ἢ φόβον τοῦ λέγοντος ἐπινεύσας καὶ τὰ μὴ καλὰ ἐπαινέσας· ἢ ὅλως ὀλιγωρήσας ποτὲ καὶ ἐν ῥαθυμίᾳ τῇ οὐκ ἐνδέοντι θέμενος τὸ πρὸς δύναμιν ἀντιτάξασθαι· μενοῦνγε ἐκ τοῦ ἐναντίου φάναι πολλούς, ὡς ἀεὶ παρῆλθον εὔτονος καὶ ἥμερος εἰς τὰ τοιαῦτα ἢ δώσων δίκην ἢ ληψόμενος. κέρδος γὰρ μέγιστον καὶ αἰώνιον ἐμαυτοῦ καὶ τῶν ἐξ ἐμοῦ καὶ τῶν σὺν ἡμῖν ἡγοῦμαι καλῶς τὸ πάντα πόνον, εἰ δεήσοι, καὶ κίνδυνον ἑλέσθαι ὑπὲρ τοῦ ποιήσαντος ἡμᾶς καὶ σώζοντος, καὶ κρῖναι καὶ φιλανθρωπεύσασθαι αὐτοῦ ἕνεκα ἔχοντος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εἰδότες οὖν, ὡς ἐκλεκτοὶ λατρευταὶ μὲν τῆς παναγοῦς τριάδος, πρεσβευταὶ δὲ τοῦ ἀνθρώπων γένους, μηδὲν μετ' αὐτὴν τὴν πάντων αἴτιον καὶ ζωοποιὸν αἰδοῦς εἰς ὑμᾶς ἐλλελεῖφθαί μοι τῆς ὀφειλομένης εἰς τοὺς συναγορεύοντάς με ταύτῃ τῇ χορηγούσῃ ἐνθυμήσεις καὶ φράσεις σοφὰς αὐτῇ τε
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.