De trinitate · §u19-rem-close

Unit 19 rem close

Rem CLOSEOUT: Unit 19 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἀναδησαμένῳ ἀποστολῆς καὶ μαρτυρίου. φησὶν γάρ· «Στέφανος πλησθεὶς πνεύματος ἁγίου εἶδεν τοὺς οὐρανοὺς ἀνεῳγμέ νους.» ὥστε εἶναι τὸ ὑπὸ ἀρχαίου εἰρομένον· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ. 7.12ν ὅτι προγνώστης ὅτι προγινώσκει, ὡς ὁ πατὴρ καὶ ὁ υἱός· μόνης δὲ θεϊκῆς φύσεώς ἐστιν, ἀκριβῶς εἰδέναι τὰ μέλλοντα. ἡ γὰρ κτίσις πάντα μὲν τὰ ἀφ' ἑαυτῆς στοχαστικὰ προφέρει, ἐκεῖνο δὲ μόνον ἀπλανῶς καὶ ἀπαραβάτως προβλέπει, ὃ αὐτὴν διδάξῃ τὸ ἅγιον πνεῦμα. ταῖς γὰρ 78 θείαις ἀκτῖσιν αὐτοῦ μονονουχὶ τὰς ἐν οὐρανῷ καταλάμπον δυνάμεις, ἀλλὰ καὶ τῶν ἡμετέρων ψυχῶν ἀπολαμπρύνον τὰ ὄμματα, ὑποδείκνυσί τε πολλάκις διαφόρως τὰ μέλλοντα καὶ συγχωρεῖ δι' οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν τὰ πρὸς τὸ χρήσιμον συντελοῦντα τῇ ἀνθρωπείᾳ φύσει ἐκ λέγειν ποτὲ τὴν κτίσιν· ἅπερ ἔσθ' ὅτε ἡ ἔνυλος ἡμῶν φύσις οὐ τῷ χορηγήσαντι διὰ μέσης τῆς κτίσεως, ἀλλ' αὐτῇ ἐπιγράφει. αἱ δὲ περὶ τῆς προγνώσεως τοῦ πνεύματος ἀπὸ τῶν ἀποστολικῶν πράξεων μαρτυρίαι εἰσὶν ἐν τούτοις. ἀπὸ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους· «ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τῶν συλλαβόντων Ἰησοῦν.» εὖ τοίνυν εἶπε τὸ «ἔδει»· θεοῦ γὰρ μόνου πᾶς λόγος οὐκ ἀτελεύτητος. καὶ ἀπὸ τοῦ Παύλου· «τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί με λέγον, ὅτι δεσ μὰ καὶ θλίψεις με μένουσιν.» καὶ διὰ τοῦ προφήτου δὲ Ἀγάβου σιτοδείαν ἐσομένην τῇ ὑπ' οὐρανὸν διὰ τὰς ἀνθρώπων πλημμελείας προεμήνυσεν ὡς ἀγαθός, καθὰ καὶ ἐπὶ τῆς Νινευῆ, ὡς ἂν εὐλαβηθέντες μετανοίᾳ φύγοιεν τὸ κακὸν ἥτις καὶ συνέβη πολλοῖς ὕστερον χρόνοις ἐπὶ Κλαυδίου. καὶ ἐν εὐαγγελίῳ δὲ ὁ Χριστὸς περὶ τοῦ πνεύματός φησιν· «καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν», τουτέστιν τὰ μέλλοντα. 79

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.