De trinitate · §u19-rem-mid

Unit 19 rem mid

Rem mid: Unit 19; lemma continues; reading with the letter.

Greek

δευτέρᾳ παρουσίᾳ ἰδεῖν περιμενόμενον. τοῦτο γὰρ σημαίνει τό τε: «ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς», καὶ τὸ ἀλλαχοῦ εἰρημένον τῷ αὐτῷ προφήτῃ· «ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.» ∆αυὶδ δὲ ἐν ρληʹ ψαλμῷ φησιν· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ προσώπου σου ποῦ φύγω»; τό· «ποῦ πορευθῶ» καὶ «ποῦ φύγω» πλατεῖαν ἔχει ἔμφασιν· σημαίνει γὰρ πανταχοῦ παρεῖναι καὶ κριτὴν ὑπάρχειν τὸ ἅγιον πνεῦμα. «φοβερόν», γὰρ ὡς ἀληθῶς, κατὰ τὸν ἀπόστολον, «ἐμπεσεῖν εἰς χεῖ ρας θεοῦ ζῶντος», τοῦ λέγοντος, ἐν μθʹ ψαλμῷ· «ἐλέγξω καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.» καὶ τοῦ Μιχαίου δὲ ἡ μικρῷ πρόσθεν λεχθεῖσα προφητεία καὶ εἰς τόδε συντελεῖ τὸ κεφάλαιον. ποίαν δὲ ἀπόδειξιν ἂν εἴποι τις ἰσχυροτέραν εἰς τοῦτο τοῦ καὶ σωτῆρα παρ' Ἰωάννῃ λέγειν περὶ τοῦ ἁγίου πνεύματος· «ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιο σύνης καὶ περὶ κρίσεως»; 7.10ν ὅτι ὁ Παῦλος ἐν τῇ δυνάμει τοῦ πνεύματος Ἐλύμαν τὸν μάγον ἐξετύφλωσεν ὅτι ἐν τῇ ὑπερβαλλούσῃ δυνάμει τοῦ ἁγίου πνεύματος ὁ Παῦλος ἐν Κύπρῳ Ἐλύμαν τὸν μάγον, ἐπιστρατεύοντα τοῖς ἁγίοις καὶ λυμαινόμενον τῇ ἀληθείᾳ, ἐξετύφλωσεν λόγῳ. τοῦ πνεύματος γὰρ εἶναι τὴν δύναμιν δεικνῦσα ἡ γραφή, λέγει αὐτοῖς ὀνόμασιν οὕτως· «τότε ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου, εἶπεν πρὸς αὐτόν· ἰδοὺ χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον.» ἀληθῶς γὰρ οὐκ αὐτόν, μὴ ἔχοντα τοῦ πνεύματος τὴν πάντα ἐνεργοῦσαν δύναμιν, ἀνθρώπου μαγγανείαις σώζοντος καὶ δαίμοσι πεποιθότος τὸ βλέπειν ῥήματι ἀποσβέσαι. 7.11ν ὅτι τῇ δυνάμει τοῦ παναγίου πνεύματος ἀνεῳχθέντες οἱ οὐρανοὶ ὤφθησαν τῷ ὁσίῳ Στεφάνῳ. ὅτι τῇ δυνάμει καὶ χάριτι τοῦ ἁγίου πνεύματος ἀναπτυχθέντες οἱ οὐρανοὶ ὤφθησαν τῷ διπλοῦς στεφάνους

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.