In epistulas catholicas brevis enarratio Unit 2 opening
Unit 2.
Lemma-led open — σκότος ἀποκρυφὴν αὐτοῦ
Greek
μαθηταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων ὁ θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, ἵνα τὴν αὐτὴν ἐν ὑμῖν περὶ θεοῦ δόξαν ὡς ὄντος φωτὸς ἔχητε· φῶς δέ ἐστιν ὁ θεὸς νοητὸν ἀΐδιον· οὐδὲν γὰρ αἰσθητὸν ἀεὶ ὑπάρχει· τούτῳ τῷ φωτὶ ἐναν 41 τίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ θεῷ ἐστιν, εἰκότως εἴρηται μηδεμίαν σκοτίαν ἐν αὐτῷ εἶναι. (Cr 109, 9–17 Ma 214) Εἰ δὲ εἴρηταί που· “σκότος ἀποκρυφὴν αὐτοῦ”, σκότος ἐν τούτοις λέγεται ἡ ἐν ἀκαταληψίᾳ ἀσάφεια· ἄγνοιαν δὲ ἡμῶν δυνατὸν εἶναι τὴν ἀσάφειαν, οὐ μὴν τοῦ θεοῦ φωτὸς ὄντος. (Cr 109, 17-19 Ma 214) 42 Τὸ γινώσκειν ἐν τῇ γραφῇ μάλιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ, ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι 43 καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ· “τὸν μὴ γνόντα ἁμαρτίαν”· καὶ τό· “οὐδέποτε ἔγνων ὑμᾶς, ἐργάται τῆς ἀνομίας”· ἁμαρτίαν γὰρ οὐκ ἔγνω οὐ τὸ μὴ ἐπίστασθαι, τί ἐστιν ἁμαρτία, ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν. (Cr 111, 15-18 Ma 216) Ὁ λέγων οὖν ἐγνωκέναι τὸν θεὸν τὸ ἀνακεκρᾶσθαι αὐτῷ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει· ἑκάτερα τὰ σημαινόμενα τοῦ γινώσκειν φανε 44 ροῦται ἐκ τοῦ προκειμένου· φησὶ γάρ· “ἐν τούτῳ γινώσκομεν”, τουτέστιν ἐπιστάμεθα, “ὅτι ἐγνώκαμεν αὐτὸν” ἑνωθέντες αὐτῷ καὶ τηροῦντες αὐτοῦ τὰς ἐντολάς· ὁ γὰρ μὴ τηρῶν αὐτὰς φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ θεοῦ τυγχάνων. (Cr 111, 20-27 Ma 216) Ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας οὐ στερεῖται 5 πληρότητος σοφία καὶ ἀλήθεια θεοῦ ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν. οὐκ ἐλαττοῦται, ἐπεὶ μηδέ, ὅταν περὶ θεοῦ λέγῃ ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος ἐλαττοῦται ἡ θεότης· ᾧ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη· ὡς γὰρ μόνου σοφοῦ θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἢ κατὰ πάθος λήθη ἢ μεταμέλεια ἤ τι τῶν τοιούτων οὐχ ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ 45 αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀληθείας τοῦ θεοῦ οὐκ ἐπιδεχομένης ἄγνοιαν διά τι χρήσιμον εἴρηται, ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ. (Cr 111, 27-112, 3) Ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ' ἧς οὐδὲν τῶν κακῶν ἢ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς. (Cr 112, 18-20) 46 Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν ἐστι τὴν γραφομένην περὶ ἀγάπης ἐντολὴν ἀπ' ἀρχῆς εἶναι καὶ ἠκοῦσθαι τούτοις, οἷς ἡ ἐπιστολὴ γράφεται· οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς ἐπιστολῆς τὸ τέλος· “τεκνία”, γάρ φησι, “φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων”. μήποτ' οὖν ἐντολὴ παλαιὰ καὶ ἀπ' ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστὶν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φιλικὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ ζῶα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ σωτὴρ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· “πάντα οὖν, ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς”. (Cr 112, 9-18 Ma 216f) 47 Ὅπως μὴ νομίσῃ τις τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς παρίστασθαι ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμήνευσε, τίνα “τὰ ἐν αὐτῷ” τυγχάνει, ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλάβωμεν· ἔστι τοίνυν “καὶ τὰ ἐν αὐτῷ” ἐμπαθὴς καὶ ὑλικὴ διάθε 48 σις σημαινομένη δι' ἐπιθυμίας σαρκὸς τῆς στρατευομένης κατὰ τῆς ψυχῆς καὶ ὀφθαλμῶν ὄρεξις. (Cr 116, 11-16 Ma 218) ∆υνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητά, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται εἶναι ἐν αὐτῷ·
About this text
Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.