Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται ποιῶν 49 τὰ θελήματα τοῦ θεοῦ τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν θεόν. (Cr 116, 16-23 Ma 218) Τοῦτό φησιν, ἐπειδὴ γεγονότες μαθηταὶ ἀπέστησαν μὲν τῆς ἀληθείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν ἐξεῦρον. (Cr 118, 27-28) 50 Ὁ διειληφὼς ἐπιστημονικῶς περὶ θεοῦ ὡς ὄντος κατ' οὐσίαν δικαίου εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοσύνην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδωσιν ἑαυτὸν τῷ ἁγιασθῆναι ἐπιστάμενος 51 ἀκριβῶς τό· “ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι”· εὖ δὲ καὶ τὸ φάναι “ποιῶν”, ἀλλ' οὐ ποιήσας ἢ ποιήσων δικαιοσύνην· δίκαιον παρίστησιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρακτικὴ οὖσα· οὐδεὶς οὖν πρὸ ποιήσεως αὐτῆς δίκαιός ἐστιν οὐδ' ὁ παυσάμενος τοῦ κατ' αὐτὴν ἐνεργεῖν. Ὅτι δὲ ὁ θεὸς δίκαιος, φησὶ Μωϋσῆς· “ὅσιος καὶ δίκαιος ὁ κύριος”· οὗτος πατὴρ τοῦ σωτῆρός ἐστι· “πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω”· τούτου υἱὸς ὢν ὡς θεὸς ἐκ θεοῦ καὶ ἅγιος ἐξ ἁγίου, οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρχει· οὐ μάχεται τούτοις τὸ δικαιοσύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ κατ' οὐσίαν τοιοῦτον ῥηθείη δικαιοσύνη καὶ δίκαιος. (Cr 120, 30-121, 11 Ma 221) 52 νῦν τέκνα θεοῦ ἐσμεν τουτέστι κατὰ τὴν παροῦσαν ζωήν. (Ma 221) 57 Τοῦ Χρυσοστόμου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι' ὑποβολὴν πονηρῶν λογισμῶν ὡς ἐπὶ τοῦ Ἰούδα. (Cr 123, 29-32 Ma 221) Ἀλλ' ἐρεῖ τις, ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδόναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ· δίδωσι γὰρ 58 6 αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτὸν πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν· τοῦτο γὰρ σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν “ποιῶν”, ἀλλ' οὐ ποιήσας τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ' οὐχ ὁ ποιήσας αὐτήν· “πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν”, φησί, “δοῦλος αὐτῆς ἐστιν”. (Cr 123, 32-124, 10 Ma 222) 59 Σευήρου· καὶ τὴν αἰτίαν προστίθησι τοῦ μὴ δύνασθαι ἁμαρτάνειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· τί δέ ἐστι τὸ σπέρμα τοῦ θεοῦ τὸ μένον ἐπὶ τοὺς πιστούς; ἢ ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις, δι' ἧς ἀνεγεννήθημεν, 60 ἥτις οὐκ ἀφίσταται ἡμῶν, ὅταν κατὰ Παῦλον μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀποκαλύψεως. (Cr 124, 15-21 Ma 222) Καὶ γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ' ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλογον ζῷον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν. (Cr 126, 25-28 Ma 222) Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ἐκ τοῦ οὕτω πράττειν φανεροῦται ὢν τέκνον τοῦ διαβόλου, καθάπερ καὶ Ἐλύμας ὁ μάγος ἐκ τοῦ “πλήρης παντὸς δόλου” ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ τῷ ἔχειν ἐν ἑαυτῷ θεοῦ σπέρμα, τὸν οὕτω μὴ ἁμαρτάνοντα εὑρεῖν ἐστι σαφῶς υἱὸν ὄντα θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτάνοντι οὕτως, ἵνα μήτις σοφίσηται λέγων τέκνα θεοῦ ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα οὐ ῥητέον τέκνα θεοῦ εἶναι· ἐξ ἡλικίας γάρ, ἀλλ' οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν, ἵνα μὴ ἕτερόν τι εἴπωμεν φάσκοντες μὴ 61 ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ μὴ ἁμαρτάνειν τῷ μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις ἔοικε, τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει. (Cr 126, 13-25 Ma 222) Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾶν τοὺς ἀδελφούς· ὁ μὴ ἔχων δικαιοσύνην τῷ μὴ ποιεῖν αὐτήν, μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· οὐ κατ' ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἐξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ θεοῦ τούτους διὰ χοϊκὴν φύσιν (Cr 127, 14-19) 62 Κόσμον γὰρ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους φησίν. (Cr 132, 13 Ma 225) 63 Ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας ὄντων ἐν τῇ Ἰουδαίᾳ θεοῦ προφητῶν πολλοὶ ἐτύγχανον ὑποκρινόμενοι τὴν προφητείαν ὡς χρείαν εἶναι ἐπιστήμης ἐξεταστικῆς, τίνες τῶν λεγόντων “τάδε λέγει κύριος” πνεῦμα ἅγιον καὶ θεοῦ λόγον εἶχον καὶ τίνες ὑπὸ πονηροῦ πνεύματος κινούμενοι τοῦ ψευδοῦς ἦσαν προφῆται, οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν ἀποστόλων ἐν Χριστῷ λαλούντων καὶ
About this text
Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.