In epistulas catholicas brevis enarratio · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

πνεῦμα ἅγιον ἐχόντων, ὃ δέδωκεν ὁ κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου ὑποκρινόμενοι τὴν εὐαγγελικὴν διδασκαλίαν· ἀναγκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν, τῷ δὲ ἀνθίστασθαι. (Cr 129, 31 -130, 10 Ma 224) 66.10 Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον 66 ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν κύριον, ὧν ἐπεβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι. (Cr 130, 23-25 Ma 224) Ἐννοήσας τό· “ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς” διὰ τοῦ παραδέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐν ἐμοί, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν· ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. (Cr 131, 4-9 Ma 224f) 67 Χαρακτηριστικὸν λέγει τοῦ ἀντιχρίστου, οὗ ἀκηκόαμεν, ὅτι ἔρχεται, ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστί, τὸ διὰ ψευδοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν 7 σαρκὶ ἐληλυθέναι· τοῦ λέγειν καὶ νῦν πραγματικῶς ἀκουστέον· πολλοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν. (Cr 130, 10-15 Ma 224 u. 225) Ὥσπερ ἔγκλημα καὶ ψόγον φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν καὶ μὴ φιλοῦντι τὸ φιλητόν, οὕτως 68 ἔπαινον περιποιεῖ ὁ γράφων τοῖς ἀγαπῶσι τοὺς ἀξίους τοῦ ἀγαπᾶσθαι τὸ εἶναι ἀγαπητούς· πότε δὲ τοῦτο ὑπαχθῆναι δυνατὸν ἢ ὅτε αἴρει ὁ σωτὴρ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ ἄνθρωπος, οἷος ὑπὸ θεοῦ γέγονε καθ' ὁμοίωσιν καὶ εἰκόνα ἀποδειχθεὶς τοῦ πεποιηκότος; οὕτω γὰρ καὶ φανερωθεὶς ὁ ἄνθρωπος εὐθὺς ὢν ἀγαπητὸς καὶ ἄξιος τοῦ ἀγαπᾶσθαι τυγχάνει· ἐπεὶ τοίνυν ὁ ἀποσταλεὶς σωτὴρ τῷ κόσμῳ ἀγάπῃ τῇ πρὸς τὰ ἑαυτοῦ ποιήματα τοῦ πατρὸς ἦλθεν ἐπὶ ἀναδείξει τοῦ κάλλους τῶν κατ' εἰκόνα θεοῦ γεγονότων, οἱ ταύτης τῆς δωρεᾶς τυχόντες ἀγαπητοὶ ὑπάρχουσιν, ὅθεν ἀλλήλως ἀγαπῶσιν· ἔχει γὰρ ἕκαστος καὶ τὸ ἀγαπητὸς καὶ τὸ ἀγαπητικὸς εἶναι ἐντολὴν ἔχων τοῦ ἀγαπᾶν τὸν πλησίον. (Cr 132, 28133, 8 Ma 226) 69.10 Εἰ ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστι καὶ ὁ θεὸς ἀγάπη ἐστί, τίς ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος ἢ αὐτὸς ὁ λόγος; ἐάν τις τοίνυν ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν ἑαυτῷ· ἤγουν ὁ εἰπών· “ὁ θεὸς ἀγάπη ἐστίν”, οὗτος πάλιν οἶδεν ἀγάπην ἐκ θεοῦ, ἥντινα οὐκ ἄλλην εἶναι νομιστέον ἢ τὸν μονογενῆ, ὥσπερ θεὸν ἐκ θεοῦ, οὕτως καὶ ἀγάπην ἐξ ἀγάπης ὄντα. (Cr 129, 26-31 Ma 225f) 73 Οἱ ἐκ θεοῦ γεννώμενοι ἐκ τοῦ κατορθοῦν κατ' ἀρετὴν τυγχάνουσιν οὗτοι καὶ τέκνα θεοῦ καὶ φίλοι καθάπερ καὶ Ἀβραάμ. (Cr 138, 18-19) Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ τοῦ θεοῦ πιστεύσας, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, οὐ ψιλὴν συγκατάθεσιν ἔχων περὶ τῆς τοῦ Χρι 74 στοῦ διαλήψεως γεννᾶται ἐκ θεοῦ, ἀλλ' ἐκείνην τὴν πίστιν, ᾗ κατ' ἀρετὴν ἔργα συνέζευκται· ἣν καὶ ὁ Ἀβραὰμ ἔχων λελόγισται δικαιοσύνην ἔχειν· κατὰ τοῦτο τὸ σημαινόμενον ἐκδεκτέον τό· “ἄνδρα πιστὸν ἔργον εὑρεῖν”· σπάνιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν ἔχει πολλῶν ὄντων τῶν ἄνευ ἔργων σπουδαίων νεκρὰν πίστιν ἐχόντων, ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει· ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι ἐκ θεοῦ ἔχει ζωὴν αἰώνιον, ᾗ φησιν ὁ σωτήρ· “ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον”· εἰ δὴ γεννᾶταί τις ἐκ θεοῦ κατορθῶν τὰ εἰρημένα, ἀποδοχῆς ἄξιον ὄντα ἀγαπᾶν δεῖ καὶ πρὸ αὐτοῦ τὸν γεννήσαντα αὐτόν. (Cr 138, 22-33 Ma 228) 75 Τὴν ὑπόστασιν καί, ἵν' οὕτω φράσω, ὕλην ἧς ἔχειν δεῖ πρὸς τὸν θεὸν ἀγάπης, τὴν τήρησιν τῶν θείων ἐντολῶν εἶναί φησιν· αἵτινες ἀναφέρουσι πρὸς τὸν θεὸν τὸν κατ' αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχάνουσιν. (Cr 139, 3-6 Ma 228) Εἰ δέ τις προσελθὼν αὐταῖς μὴ ὃν δεῖ τρόπον λέγοι αὐτὰς βαρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτιάσατο· φίλον γὰρ τοῖς ἄγαν ἀποβάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα· ὅθεν οὐκ ἔγραψεν· “αἱ ἐντολαὶ αὐτοῦ ἐλαφραί”, ἀλλά· “βαρεῖαι οὐκ εἰσὶ” μόνου καὶ παντὸς ἀντιλαμβανομένου τοῦ ἀνωφεροῦς αὐτῶν τοῦ δικαίως τὸ δίκαιον διώκοντος πείρᾳ γνόντος, ὅτι ὁ Χριστοῦ ζυγὸς ἐλαφρός ἐστι χρηστότητα πολλὴν ἔχων· ὁ οὕτω διατεθεὶς ἐκ τοῦ θεοῦ γεννᾶται καὶ τούτου τυχὼν καταφρονεῖ τῆς ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου 76 ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον μεταβὰς ἀπ' αὐτοῦ εἰς ὑπερκόσμιον πολιτείαν· ὑπάρξει τὸ οὕτως προκόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς δικαιοσύνην λελογισμένῃ· ἣν καὶ δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μένουσαν εἶπεν· “αὕτη· γάρ ἐστιν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον”· ἣν ἔχομεν πίστιν οἱ προσηκάμενοι τὸν Ἰησοῦν εἶναι τὸν υἱὸν τοῦ θεοῦ.

About this text

Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.