In epistulas catholicas brevis enarratio · §u03-open

In epistulas catholicas brevis enarratio Unit 3 opening

Unit 3.

Lemma-led open — ἐγὼ θεὸς σός

Greek

εἰπὼν αὐτῷ· “ἐγὼ θεὸς σός”, ὁ ἔξω τῆς ὀρθῆς πίστεως καὶ τῆς τηρήσεως τῶν Χριστοῦ ἐντολῶν ἄθεός ἐστιν ἑαυτὸν ἀποσχοινίσας τοῦ ἔχειν θεόν, ἀθέου δὲ ὄντος τοῦ ἀπαγαγόντος ἑαυτὸν τῆς θείας παιδεύσεως τῷ εἰρημένῳ τρόπῳ· ὁ μένων ἐν αὐτῇ πατέρα καὶ υἱὸν ἔχει· ἐν τῷ γὰρ τηροῦντι τὸν λόγον αὐτοῦ εἶπεν ὁ υἱὸς ἐλεύσεσθαι ἅμα τῷ πατρὶ ἐπὶ τῷ μεῖναι παρ' αὐτῷ γενομένῳ ἁγίῳ ναῷ οἰκοδομηθέντι ἐκ τηρήσεως τῶν θείων ἐντολῶν· διττοῦ ὄντος τοῦ ἔχειν θεὸν τὸ μὲν ἕτερον κοινὸν πάντων τῶν κτισμάτων ταὐτὸν σημαῖνον τῷ ἔχειν κτίστην, τὸ δὲ ἕτερον λοιπὸν μόνων τῶν διὰ καλοκαγαθίας θεραπευόντων αὐτόν, καθὸ σημαινόμενον θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ συνόλως τῶν Ἑβραίων εἴρηται· ἐπίστησον καὶ τοῖς οὕτω λεχθησομένοις· “ὁ ἔχων τὸν υἱόν”, φησί, “καὶ τὸν 86 πατέρα ἔχει” καὶ ἔμπαλιν, ὡς πείθεσθαι ἐκ τούτου τῆς θεότητος τὸ ὁμοούσιον· ἐπεὶ γὰρ ὁ πατὴρ ἐν υἱῷ, ὁ ἔχων τὸν υἱὸν ἔχει καὶ τὸν πατέρα· ἀλλὰ καὶ πάλιν καὶ ἀντιστρέφει· ὁ ἔχων τὸν πατέρα ἔχει καὶ τὸν υἱὸν ὄντα ἐν τῷ πατρί· εἴ τις ἐνίστασθαι βουλόμενος λέγοι· καὶ ὁ τοὺς μαθητὰς ἔχων ἔχει τὸν υἱὸν καὶ ὁ τὸν υἱὸν τὸν πατέρα κατὰ τό· “ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με” οὐχ ὃν δεῖ τρόπον ἐνιστάμενος· περὶ γὰρ διδασκαλίας εἴρηται ταῦτα· ἐπείπερ ὁ δεξάμενος τοὺς ἀποστόλους συγκαταθέσει τῇ πρὸς τὴν διδασκαλίαν αὐτῶν ἐδέξατο δι' αὐτῶν υἱὸν καὶ πατέρα διδάσκοντας· καὶ ἑτέρως· ἐπεὶ καὶ ὁ μένων ἐν τῇ διδαχῇ ἔχει τὸν πατέρα καὶ τὸν υἱόν, ἔμενον δὲ οἱ ἀπόστολοι ἐν τῇ διδαχῇ ὡς καὶ κηρύττειν αὐτήν, ὁ δεξάμενος αὐτοὺς ὄντας ναὸν θεοῦ δι' αὐτοῦ τοῦ δέχεσθαι αὐτοὺς ἔχει τὸν ἐν αὐτοῖς υἱὸν καὶ πατέρα. (Cr 150, 14-151, 9) 87 Μηδεμιᾶς κοινωνίας οὔσης φωτὶ πρὸς σκότος ἢ συμφωνίας Χριστοῦ πρὸς

About this text

Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.