Fragmenta in epistulam ii ad Corinthios · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

ἵστασθαι βοηθῶν ἡμῖν ὁ θεός, ὅπως ἐν αὐτῷ καὶ δι' αὐτοῦ πάντων ἐπιπόνων περιέσεσθαι θαρρῶμεν, ὀλίγον πως γυμνώσας τῆς παρ' αὐτοῦ βοηθείας ἔπεισεν ὡς δεῖ 16 πάντοτε ἐπ' αὐτῷ πεποιθέναι· ἡ γὰρ τοιαύτη πεποίθησις οὐ μόνον ἐν. ζωῇ τοὺς ζῶντας φυλάττει, ἀλλὰ καὶ τοὺς ταύτην ἀποβαλόντας αὖθις εἰς αὐτὴν ἄγει ἐγείρας αὐτοὺς ἐκ νεκρῶν. ὅθεν καὶ ἑαυτοὺς διεγείρομεν, καὶ ὑμῖν παρεγγυῶμεν μὴ ἐπ' οἰκείᾳ δυνάμει τὴν πεποίθησιν ἔχειν, ὅπως μὴ τῆς ζωῆς ἐκπέσωμεν, ἀλλ' ἐπὶ τῷ θεῷ ἐλπίσωμεν, ὅστις ἡμᾶς ζωοποιήσει κἂν ἐν νεκρότητι γενώμεθα. ἴστε δὲ ὅτι, εἰ καὶ τάραχον καὶ ἀγωνίαν ἔσχομεν ἐκ τῆς καταλαβούσης βαρυτάτης θλίψεως, ἀλλ' οὖν μέχρι τῆς καρδίας ἔστη τὰ τοῦ κλόνου· ἔσχομεν γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου καταψηφισάμενοι ἑαυτῶν θάνατον μέχρι τῶν λογισμῶν. οὐδὲν ταραχῶδες πράξαντες ... ὅθεν καὶ ἔννοιαν ἔσχομεν ἀγαθὴν περὶ τοῦ δεῖν πεποιθέναι ἐπὶ τῷ ἐγείροντι ἐκ νεκρῶν καὶ ῥυομένῳ ἐκ θανάτου. τοῖς προκειμένοις συνᾴδει τὸ ἐταράχθην καὶ οὐκ ἐλάλησα, καὶ τὸ περὶ τοῦ Ἰὼβ ὡς οὐχ ἥμαρτεν τοῖς χείλεσιν ἐναντίον κυρίου, πικρῶν καὶ φοβερῶν συμβεβηκότων αὐτῷ. φανερὸν δὲ ὅτι οὐ περὶ τοῦ κοινοῦ ζῆν καὶ θανάτου γράφεται τὰ προκείμενα· φησὶ γάρ· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο καὶ ῥύεται καὶ ἔτι ῥύσεται εἰς ὃν ἠλπίκαμεν. εἰ γὰρ περὶ τοῦ κοινοῦ θανάτου ἐλέγετο ταῦτα, οὐ τεθνήξονταί ποτε οἱ ταῦτα λέγοντες κατὰ χρόνον ἔξω αὐτοῦ γινόμενοι, ἀλλὰ μὴν τεθνήκασι τὸν κοινὸν θάνατον οἱ ταῦτα βεβαιούμενοι· περὶ γὰρ τοῦ θανάτου φασὶ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς αἰωνίου ζωῆς. 2 Kor 1,11 Ἐν τοῖς προκειμένοις διδάσκει ὡς τὰ μεγάλα ὄντως καὶ θεῖα δωρήματα δίδοται, εὐχῆς πλειόνων ὑπὲρ ἑνὸς λαμβάνοντος ἀναπεμπομένης. διὸ καὶ εἰς εὔνοιαν καὶ διάθεσιν τὴν πρὸς αὐτὸν διεγείρων φησίν· ἐκ τηλικούτου θανάτου ἐρρύσθην ὑπὸ τοῦ θεοῦ συμβαλλομένων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἐμοῦ, ἵνα ἐκ πολλῶν πρεσβευόντων προσώπων τὸ εἰς ἡμᾶς τοὺς θλιβέντας γενόμενον χάρισμα ὑπὸ πλειόνων εὐχαριστηθῇ. εἰ γὰρ πολλοὶ οἱ συνυπουργήσαντες τῇ δεήσει εἰς τὴν ὑπάρξασαν δωρεάν, ἀκόλουθόν ἐστι τοὺς αὐτοὺς τούτους εὐχαριστῆσαι τῷ παρασχόντι θεῷ. 2 Kor 1,12 Τὸ πρὸς θεὸν ἡμῶν καύχημα μαρτυρεῖται ἐκ τῆς συνειδήσεως· εἴρηται δὲ περὶ τῆς συνειδήσεως τῆς μὴ δεχομένης πρόσωπον. αὕτη οὖν ἡ καύχησις ἥτις μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὑπάρχει, παρεσκεύασεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ ἀλλὰ μὴ ἐν ἀνθρωπίνῃ παιδεύσει ἀναστραφῆναι ἐν παντὶ τῷ κόσμῳ, 17 μάλιστα δὲ πρὸς ὑμᾶς· ὁ γὰρ κατὰ τὸ εὐαγγέλιον παιδεύων οὐκ ἀνθρωπίνην ἐπαγγέλλεται διδασκαλίαν ἀλλὰ τὴν ἐκ τῶν ἁγίων γινομένην γραφῶν, ἥτις διὰ τὸ ἐκτὸς εἶναι κηλῖδός τινος εἰλικρινής ἐστιν. σαρκίνην δὲ σοφίαν τὴν περὶ αἰσθητῶν ὠνόμασεν, ἣν ὁ ἔχων οὐ χωρεῖ τὴν τοῦ πνεύματος σοφίαν, μωρίαν αὐτὴν λογιζόμενος. ἔθος δὲ τῇ γραφῇ τὰ περὶ τῶν κοσμικῶν καὶ ὑλικῶν μαθήματα σάρκινα καλεῖν· οὕτω γοῦν καὶ φρόνημα λέγεται τῆς σαρκός, καὶ ἐν τοῖς ἔργοις τῆς σαρκὸς καταλέγονται αἱρέσεις, φαρμακεῖαι, εἰδωλολατρεῖαι. οὐ γὰρ ἔτι ταῦτα σάρκινα ῥητέον παρονομαζόμενα ἀπὸ τῆς αἰσθητῆς σαρκός· εἴρηται γὰρ ἀπὸ τῆς ὑλικῆς ἕξεως καθ' ἣν ὁ ἐνεργῶν κατὰ σάρκα περιπατεῖν λέγεται, καὶ γίνεται σάρκινος πραθεὶς ὑφ' ἁμαρτίαν. ὅμως δὲ εἰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ ἀνεστράφημεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ, ἀλλ' οὖν τοῦτο πρὸς ὑμᾶς μᾶλλον καὶ μᾶλλον πεποιήκαμεν. 2 Kor 1,1314 Παρειληφόσιν ὑμῖν ἀναγινώσκειν τὰ εὐαγγέλια καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οὐχ ἕτερα ὧν ἀναγινώσκετε γράφομεν· ὡσαύτως γὰρ ἐκείνοις ἐστὶ θεόπνευστα ἃ χαράττομεν ἐν ταῖς ἐπιστολαῖς. ἐπιγινώσκετε οὖν καὶ ὑμεῖς αὐτὸ τοῦτο, μερικὴν διάληψιν τέως ἔχοντες. προσδοκῶμεν δὲ σὺν θεῷ φάναι ἐπιγνῶναι ὑμᾶς ἕως τέλους, τοῦτ' ἔστι τελείως καὶ ἀνελλειπῶς· ἐπιγνόντες γὰρ ἡμᾶς ἐκ μέρους, 2 προσλαμβάνοντες ἀεὶ τῇ φθασάσῃ ἐπιγνώσει ἐπίτασιν τῶν γνωσθέντων καὶ ἕτερα θεωρήματα, τελείαν ἕξετε θεωρίαν ὡς τὰ αὐτὰ γράφομεν Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ τοῖς εὐαγγελισταῖς· ὁ γὰρ πρὸς ἐκείνους γενόμενος θεὸς λόγος καὶ ἐν ἡμῖν λαλεῖ, οὐχ ἕτερος ὢν τοῦ Χριστοῦ. πέποιθα δὲ ὅτι οὕτως ὑμῶν διακειμένων, ὅτι καυχᾶσθε ἐν ἡμῖν· καὶ γὰρ ἡμῶν τὸ καύχημα ὑμεῖς ἐστε ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἐν ᾗ κρινεῖ τοὺς φανερουμένους ἐν τῷ βήματι αὐτοῦ. δυνατὸν δὲ τὸν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς γινόμενον ἐν ταῖς ψυχαῖς φωτισμὸν ἡμέραν εἶναι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. 2 Kor 1,15-16 ∆ιὰ ταύτης τῆς λέξεως παρίστησιν ὅτι χαρὰν ἔσχεν ὠφελουμένων Κορινθίων ἐν τῷ βελτιοῦν αὐτούς. διὸ ταύτῃ ἐμμένων τῇ προθέσει ἠβούλετο πάλιν

About this text

Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.