Fragmenta in epistulam ii ad Corinthios · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐπιδημῆσαι αὐτοῖς ἀπιὼν ἐν τῇ Μακεδονίᾳ, κἀκεῖθεν ἐπιστρέφων πάλιν αὐτοὺς ἰδεῖν, ἵνα πάλιν εὐφρανθῇ ὠφελουμένων αὐτῶν· φαίνεται γὰρ διὰ τῆς λέξεως πρὸ τῆς γραφῆς ἀμφοτέρων τῶν πρὸς αὐτοὺς ἐπιστολῶν γενόμενος ἐν Κορίνθῳ. ἀλλὰ καὶ διὰ τοῦ 18 φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον, τὸ αὐτὸ τοῦτο παρίσταται. 2 Kor 1,23 Εἰδὼς τὸ εἰρημένον πρὸς τοῦ σωτῆρος ἐν ἐπαγγελίᾳ περὶ τοῦ μὴ δεῖν ὀμνύναι, ἀλλ' ἔχειν λόγον ἀκατάγνωστον περὶ τοῦ ναὶ ὡς ὄντος ναί, καὶ τοῦ οὒ ὡς οὕτως ἔχοντος, διαβεβαιούμενος ἐνταῦθα ὀμνύναι δοκεῖ. καὶ μάλα γε δικαίως· ἐπεὶ γὰρ διάθεσιν ἑαυτοῦ ἣν εἶχεν πρὸς Κορινθίους ἀπαγγέλλει, αὕτη δὲ ἐν διανοίᾳ καὶ καρδίᾳ τὸ εἶναι ἔχει, εἰκὸς δὲ ἦν τοὺς ἀγαπωμένους ἀμφιβάλλειν περὶ τῆς οὕτω πρὸς αὐτοὺς γνησίας ἀγάπης, μάρτυρα τῶν λεγομένων καλεῖ τὸν θεὸν ἐπὶ τὴν ἑαυτοῦ ψυχήν, ἐπιστάμενον καὶ τὰ ἐν τῷ κρυπτῷ ταύτης κείμενα. φησὶ γάρ· ἐπιδημῶ πρὸς ὑμᾶς ποθῶν ὑμᾶς, καὶ ὅτε δὲ τοῦτο οὐ πράττω, πάλιν φειδοῖ τῇ πρὸς ὑμᾶς ἐπέχω· ἴστε γὰρ ὅτι πρότερον ἐλθὼν εἰς τὴν πόλιν ὑμῶν ὅλον ἐνιαυτὸν καὶ μῆνας ἓξ ἐπιδιέτριψα, χαίρων ἐν τῷ καθ' ἡμέραν ὑμᾶς κατὰ Χριστὸν ὠφελουμένους προκόπτειν. ἀμέλει γοῦν πρὸς τῇ κοινῇ διδασκαλίᾳ καὶ μυστικὰς παραδόσεις παρέθηκα ὑμῖν· τοῦτο γὰρ ἐν τῇ πρὸ ταύτης ἐπιστολῇ ἐδήλωσα, διεγείρων κατασχεῖν ὑμᾶς ἃ παρειλήφατε. ἐπειδὴ δὲ νῦν ἀκριβῶς πέπεισμαι ὡς ψευδοδιδάσκαλοί τινες ἀπατῶσιν, ἀθετοῦντες τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἐπὶ διαμονὴν τῆς ψυχῆς, ἔτι μὴν καὶ τὴν περὶ ἀδιαφόρων γνῶσιν διαστρέφοντες, τούτου χάριν ἐπέσχον νῦν πρὸ θεραπείας τινὸς διὰ γραμμάτων ὑπαρχθῆναι δυναμένης ἐπιδημῆσαι ὑμῖν. ταῦτα δὲ ἐπιστέλλω οὐ κύριον τῆς πίστεως ὑμῶν ἐμαυτὸν ἀναγορεύων–συνεργοῦμεν γὰρ εἰς τὸ πιστεύειν ὑμᾶς διὰ διδασκαλίας–καὶ ἐπεὶ ἐκ κατηχήσεως ἡμῶν τῇ πίστει προσεληλύθατε, ὥσπερ ἐδιδάξαμεν, οὕτω καὶ ὑπομιμνήσκομεν, ὅπως ἐμμένητε ᾗ κατωρθώσατε πίστει· κἂν γάρ τινες ἐκλονήθησαν ὑπὸ τῶν ἀπατεώνων, ἀλλ' οὖν θαρρῶ ὡς ἑστήκατε ἐν ᾗ παρελάβετε πίστει, ὄντες ἐν αὐτῇ βέβαιοι. 2 Kor 2,3-4 Ἡ χαρὰ ἡ ἐμή, φησί, πάντων ὑμῶν ἐστι διὰ τοῦ εὐφήμου, καὶ τὸ πρὸ αὐτοῦ δηλῶν λέγω δὴ τὸ ἡ λύπη ἡ ἐμὴ πάντων ὑμῶν ἐστιν· ἔδει γὰρ λυπουμένῳ τῷ ἀποστόλῳ συλλυπεῖσθαι Κορινθίους, ἵνα καὶ χαίροντι συγχαίρωσιν. ὅτι δὲ ἐκ γνησίας διαθέσεως ἐπιστέλλω ταῦτα, φησί, γινώσκετε ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας διὰ πολλῶν δακρύων ὑπηγορεῦσθαι τὴν ἐπιστολήν· οὐ γὰρ ἐβουλόμην τοιούτων ὑμᾶς δεῖσθαι ἐπιπλήξεων, ἀλλ' ἀποδείξεων τῶν περὶ τῆς ἀληθείας δογμάτων καὶ ὑπομνήσεως, μᾶλλον δὲ προτροπῆς πρὸς τελείαν ἀρετήν. 19 2 Kor 2,10-11 ∆ιττὴν τοῦτο διάνοιαν ἔχει τὸ ἐν προσώπῳ Χριστοῦ· δηλοῦται γὰρ ἤτοι ἐν προσώπῳ, τοῦτ' ἔστι ἐνώπιον καὶ βλέποντος Χριστοῦ, ἀλλὰ καὶ τὸ φέρων τὸ Χριστοῦ πρόσωπον κεχάρισμαι, εἰδὼς ὅτι καὶ αὐτὸς πάντα τὰ πρὸς μακαριότητα χαρίσασθαι κρίνας ἐπεδήμησε τῷ βίῳ. αὐτοῦ τοίνυν φέρων τὸ πρόσωπον–μιμεῖσθαι γὰρ αὐτὸν εὔχομαι καὶ σύμμορφος αὐτοῦ εἶναι–συνεχώρησα τὴν ἁμαρτίαν τῷ μετανοήσαντι· ὅθεν καὶ ὑπο... τῆς γνώμης εἶναι προτρέπομαι. οὐκ ἀγνοεῖν γὰρ τοῦ 3 σατανᾶ τὰ πανουργεύματα δεῖ, ὡς πάλαι τῆς πορνείας γινομένης αὐξάνειν τὴν βλάβην θέλων παρεσκεύαζε τὸ ἀσυμπαθές, ὡς μὴ πενθεῖσθαι τὸν ἑαλωκότα τῇ κακίᾳ· νὺν δὲ ἔπεισεν ἀσπλαγχνίαν εἶναι πρὸς τὸν παυσάμενον τοῦ κακοῦ, ἵνα διὰ τούτου κἀκεῖνον ἀπολέσῃ καὶ ὑμᾶς ἀλαζόνας καὶ ὑπερηφάνους κατ' αὐτοῦ ἀποδείξῃ. ἀλλ' ὅρα μή τις ἀπεκδεχόμενος τὸ βούλημα τοῦ ἀποστόλου, δόξῃ φαῦλον εἶναι τὸ γνῶσιν ἔχειν τῶν σατανικῶν νοημάτων–βλαπτικὸν γὰρ ἥκιστα τὸ τοιοῦτον ἀλλὰ μᾶλλον ὠφελητικόν–τὸ γὰρ εἰδέναι τὴν νόησιν καὶ προαίρεσιν οὐ ποιεῖ κακόν, ἀλλὰ τὸ αἱρεῖσθαι. ἀμέλει γοῦν καὶ τοὺς ἐλέγχειν τοὺς ἀπατεῶνας προαιρουμένους, εἰδότας τὰ τῆς ἀπάτης ἐκείνων οὐ μεμφόμεθα, ἀλλὰ καὶ πάνυ ἀποδεχόμεθα· οὐ γὰρ τὸ εἰδέναι ἀλλὰ τὸ προαιρεῖσθαι τὰ φαῦλα κακοὺς ποιεῖ. ἴσμεν τοιγαροῦν τὰ νοήματα τοῦ σατανᾶ, οὐχ ὅπως ἐνεργῶμεν κατ' αὐτά, ἀλλ' ἵνα μὴ ἀπατώμενοι παγιδευθῶμεν. 2 Kor 2,12 Γέγονεν αὐτῷ ἡ ἐκ Τρῳάδος εἰς Μακεδονίαν μετάβασις ἐξ ὀπτασίας· ἐν γὰρ τῇ γραφῇ τῶν Πράξεων τῶν ἀποστόλων εἴρηται, ὡς ὄντι αὐτῷ ἐν Τρῳάδι ἀνὴρ Μακεδὼν ὤφθη ἀποκαλύψεως τρόπῳ κελεύων. ἔφασκε γάρ· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. ἐσιώπησε δὲ τοῦτο γράφων τὴν ἐπιστολήν, γνώμης μετριότητι δοκιμάσας μὴ εὔκαιρον εἶναι τὸ λέγειν τοιαῦτα περὶ ἑαυτοῦ, ὡς ἐν τοῖς

About this text

Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.