Fragmenta in epistulam ii ad Corinthios · §u03-open

Fragmenta in epistulam ii ad Corinthios Unit 3 opening

Unit 3.

Lemma-led open — πεπιστευκότων, τὰ ἀρχαῖα παρῆλθε, πεπαλαιωμένα τῶν καινῶν εἰς μέσον ἠγμένων. καὶ εἰ μὲν ἀρ

Greek

πεπιστευκότων, τὰ ἀρχαῖα παρῆλθε, πεπαλαιωμένα τῶν καινῶν εἰς μέσον ἠγμένων. καὶ εἰ μὲν ἀρχαῖα τὰ νομικὰ καὶ προφητικὰ λέγει, παρελήλυθε ταῦτα τῶν εὐαγγελίων διαδεξαμένων, τούτων τῶν παλαιῶν καὶ καινῶν οὐ καθ' ὑποκείμενον ἀλλ' ἐπινοίᾳ ἐχόντων τὴν διαφοράν· ἡ γὰρ αὐτὴ διδασκαλία τῶν δύο διαθηκῶν ὁτὲ μὲν κεκαλυμμένως, ὁτὲ δὲ γυμνῶς γέγονεν. ἀρχαῖα οὖν ἐστι τὰ κεκαλυμμένα. εἰ δέ τις τὰ πρὸ τῆς πίστεως ἔθη καὶ κατάστασιν ἀρχαίαν εἶναι λέγοι, παρῆλθε ταῦτα 9 παυσάμενα ἐνεστηκυίας τῆς κατὰ τὸ εὐαγγέλιον διδασκαλίας. πρὸς τὴν προτέραν ἀπόδοσιν ἁρμόσει τὸ πάντα ἐκ τοῦ θεοῦ, καὶ γὰρ ὁ νόμος καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια ἐκ τοῦ θεοῦ· κατὰ τὴν ὑστέραν διήγησιν, πάντων τῶν καινῶν ἐκ θεοῦ ὄντων, οὐ μὴν καὶ τῶν παρεληλυθότων. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ. ἐχθροὶ γὰρ ἦμεν πολὺ ἀπάτῃ καὶ ἁμαρτήμασι κεκρατημένοι, κατηλλάγημεν δὲ αὐτῷ, ἄφεσιν πρὸς αὐτοῦ καὶ δι' αὐτοῦ εἰληφότες· κατήλλαξεν δὲ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος κυρίου. ὅπως δὲ μὴ ἀναισθητῶμεν τῆς πολλῆς θεοῦ εὐεργεσίας, τὴν περὶ τῆς καταλλαγῆς διδασκαλίαν δέδωκε τοῖς ἀποστόλοις, ἵνα παιδευόμενοι ὑπ' 30 αὐτῶν ἐμμένωμεν τῷ ἐν Χριστῷ εἶναι· δι' αὐτοῦ γὰρ ἐπίμονος ἔσται ἡ μετὰ τὴν καταλλαγὴν ὑπάρξασα πρὸς θεὸν φιλία. 2 Kor 5,21 Τὸν μὴ γνόντα φησὶν ἀντὶ τοῦ τὸν μὴ πειραθέντα ἁμαρτίας· οὐ γὰρ τὸ μὴ ἀγνοεῖν τὴν φύσιν αὐτῆς φησιν–μᾶλλον γὰρ πάντων ᾔδει αὐτὴν ὁ σωτήρ–, ἀλλὰ τὸ μὴ πειραθῆναι αὐτῆς. οὕτω γὰρ καὶ ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. 2 Kor 6,2-6 Ἐπεὶ δεκτῷ καιρῷ καὶ σωτηρίας ἡμέρᾳ ἐπακούσας θεὸς ἐβοήθησε, πέμψας τὸν ἴδιον υἱὸν καὶ παραδοὺς αὐτὸν ὑπὲρ ἡμῶν, μηδεὶς κατὰ μηδένα τρόπον προσκοπὴ ἀπιστίας γένηται, ἵνα μὴ μῶμον σχῇ ἡ διακονία τῆς εὐαγγελικῆς διδασκαλίας. ὅθεν σπουδαστέον συνιστάναι ἑαυτοὺς ἐπ' ἔργοις ἀγαθοῖς, κἂν ἐπίπονα ὦσιν. γίγνεται δὲ τοῦτο, ἐὰν ὑπομονὴν ἔχοντες θλίψεις καὶ ἀνάγκας καὶ στενοχωρίας καὶ τὰ παραπλήσια γενναίως φέρωμεν, δεσμὰ καὶ φυλακῆς πεῖραν ἱλαρῶς φέροντες· οὕτω γὰρ ἁγνεύειν κατὰ τὴν ψυχὴν συμβήσεται ὀρθὰ φρονοῦσαν καὶ πράττουσαν· τὰς ψυχὰς γὰρ ἡμῶν, φησίν, ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. ἀλλὰ καὶ ὁ φόβος κυρίου ἁγνὸς ὤν, πᾶσαν ἁγνείαν περιποιεῖ τῷ αὐτὸν ἀνειληφότι. 2 Kor 6,7-9 ∆εξιὰ καὶ ἀριστερὰ ὅπλα τῆς δικαιοσύνης εἶναι λέγει. τάχα οὖν ὁ περὶ τὰ αἰσθητὰ δικαιοπραγῶν ὡς ἐθέλειν μᾶλλον ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι ἢ ποιεῖν αὐτὸς ταῦτα, πέφρακται τοῖς ὅπλοις τῆς δικαιοσύνης τοῖς ἀριστεροῖς, τοῦτ' ἔστι τὴν πρὸς θεὸν δικαιοσύνην ὁσιότητα καλουμένην ἔχοντος ἐν τῷ ἀποδιδόναι τὰ τοῦ θεοῦ τῷ θεῷ φοροῦντος τὰ δεξιὰ αὐτῆς ὅπλα. ἐν ἑτέροις φωτὸς εἴρηται, ἐν τῷ ἐνδύσασθαι ὅπλα φωτός. ταῦτα τὰ ὅπλα τῆς στρατιᾶς οὐ σάρκινα, τοῦτ' ἔστιν οὐκ ἀνθρώπινα, ἀλλὰ δυνατὰ τῷ θεῷ τυγχάνει. ἐπίστησον εἰ δύνασαι ὅπλα 31 ἀριστερώτερα δικαιοσύνης ἔχειν ὁ κατὰ τὴν σκιὰν τοῦ νόμου δικαιούμενος, ὅπλα δὲ δεξιὰ ὁ πεποιημένος κατὰ τὴν δικαιοσύνην τὴν γινομένην διὰ Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. αὕτη δέ ἐστιν περὶ ἧς ὁ σωτὴρ τοῖς μαθηταῖς εἶπεν· ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἔτι ὁ τὸ δίκαιον δικαίως διώκων κατὰ τὰ ἀνθρώπινα συναλλάγματα, ὥπλισται κατὰ τὰ δικαιοσύνης ἀριστερὰ ὅπλα, ὁ δὲ κατὰ τὰ δόγματα τῆς ἀληθείας τοῦτο πράττων ὑπὲρ τοῦ υἱὸς δικαιοσύνης γενέσθαι διωκόμενος ὑπὲρ αὐτῆς, φέρει τὰ δεξιὰ αὐτῆς ὅπλα. Ὅρα γε πρὸς τοῖς εἰρημένοις, εἰ λόγον ἔχει τὸ λεχθησόμενον· ὁ ὑπὲρ εὐσεβείας ἀτιμαζόμενος, δυσφημούμενός τε καὶ πλάνος ὑπολαμβανόμενος, γενναίως καὶ ἐπαινετῶς ταῦτα φέρων, ἀριστεροῖς ὅπλοις τῆς δικαιοσύνης χρᾶται· τοῖς δεξιοῖς αὐτῆς ὅπλοις ἠσφαλισμένος, ὅταν μὴ ἔπαινος ἢ

About this text

Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.