Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
σῶμα οὐράνιον γεγενημένον, ὅπερ οἰκητήριον ἐξ οὐρανοῦ ὀνομάζεται. 2 Kor 5,2-4 Εἰ καὶ καταλυθείσης τῆς προειρημένης οἰκίας τοῦ σκήνους, περικείμεθα τὸ σκῆνος ἐν αὐτῷ μεταβαίνοντες εἰς τὴν οὐράνιον οἰκίαν· ἀλλ' οὖν ἐν αὐτῷ τυγχάνοντες στενάζομεν ἐπενδύσασθαι ποθοῦντες τὸ ἐξ οὐρανοῦ οἰκητήριον, τοῦτο δέ ἐστιν ὃ ἀπεθέμεθα σῶμα, ἐξ οὐρανοῦ τότε χρηματίζον ὅταν τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν ἐνδύσηται. ἀλλ' εἰ καὶ ἐπιποθοῦμεν τοῦτο τὸ οἰκητήριον, σκόπει εἰ ὁ ἐνδυσάμενος αὐτὸ πάντως σκεπάζεται πρὸς αὐτοῦ· τοῦτο γὰρ δηλοῦται ἐκ τοῦ εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. οὐ γυμνὸς δὲ εὑρίσκεται ἐνδυσάμενος αὐτὸ ὁ πιστὸς καὶ ἅγιος πρὸ αὐτοῦ τούτου ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν καὶ ὅπλα φωτὸς καὶ σπλάγχνα οἰκτιρμοῦ· ὁ γὰρ ἄπιστος καὶ φαῦλος κἂν τύχῃ τοῦ πνευματικοῦ σώματος ὃ καλεῖται ἐξ οὐρανοῦ οἰκητήριον, γυμνὸς εὑρεθήσεται, οὐ σπουδάσας 8 ἔχειν τὰ τοῦ ἔσω ἀνθρώπου ἐνδύματα. τούτων οὕτω τυγχανόντων οἱ ἐν τῷ σκήνει ὄντες ἡμεῖς στενάζομεν βαρούμενοι, ἐπείπερ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. ὅμως εἰ καὶ βαρούμεθα ἐκ τοῦ 28 ἔχειν αὐτό, οὐκ ἀποβαλεῖν αὐτὸ ποθοῦμεν, ἀλλ' ἐνδύσασθαι τὸ 28 ἐξ οὐρανοῦ οἰκητήριον, ἵνα κρατηθῇ καταποθὲν τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· οὐ γὰρ ἐξαφανίζει ἡ ζωὴ τὸ σκῆνος ἡμῶν ὅταν ἐπενδυσώμεθα τὴν ἀθανασίαν, ἀλλὰ καταπίνει αὐτό, ἐπικρατεστέρας γινομένης τῆς ἐξ αὐτῆς ποιότητος τοῦ καθ' ὃ θνητοί ἐσμεν. 2 Kor 5,12-13 Ἐκεῖνοι μὲν ἐπὶ τούτοις ἐλεγχέσθωσαν παρ' ὑμῶν–λέγει δὲ περὶ τῶν ψευδαποστόλων–, ἡμεῖς δὲ ὑμῶν χάριν καὶ δι' ὑμᾶς ταῦτα πράττομεν· κἄν τε γὰρ ἔξω τῶν ἀνθρωπίνων γενόμενοι τῷ θεῷ ἐκστῶμεν, ἀλλ' οὖν σωφρονοῦμεν ὑμῖν, τῆς θείας ἐκστάσεως οὐ μανίαν ἀλλὰ νηφαλιότητα ἐχούσης. οὐ προσεκτέον γὰρ τοῖς ἀπὸ τῶν Φρυγῶν λέγουσι τοὺς ἀποστόλους καὶ προφήτας ἐξίστασθαι ὥστε παραπαίειν· παρηκολούθουν γὰρ οἷς ἔλεγον καὶ ἔπραττον, εἰ καί τινες ἄλλοι. ἠπατήθησαν δὲ οἱ ἠλίθιοι ἐκ τῆς ὁμωνυμίας· οὐ γὰρ μόνον τὸ παραπαίειν καὶ παρακόπτειν σημαίνει ἡ ἐξέστη φωνή, ἀλλὰ καὶ τὸ ἐκπλαγῆναι ἐπὶ θαυμασμῷ. οὕτω γὰρ ἐξέστη Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ ἐκστήσονταί τινες ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, κατὰ τὸν προφήτην. εἰ δὲ καὶ ἄλλα τινα δηλοῦται ὑπὸ τῆς φωνῆς, ἐπιστήτω ὁ ἐντυγχάνων ταῖς γραφαῖς. 2 Kor 5,14-15 Ἐξηγεῖται τὸ εἶδος ἧς ὑπομένει ἐκστάσεως, φήσας· συνεχόμεθα ὑπὸ τῆς πολλῆς εἰς ἡμᾶς γενομένης ἀγάπης θεοῦ, μετὰ τοῦ θαυμάζειν δοκιμάζοντες, ὅτι εἰ εἷς ὑπὲρ πάντων ὁ Χριστὸς ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· οὐκ ἂν γὰρ ὑπὲρ πάντων ἀπέθνῃσκεν, εἰ μὴ πάντες ὑπεύθυνοι ἦμεν θανάτου. εἰ τοίνυν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀπέθανε καὶ ἀνέστη, ἀναστάντες σὺν αὐτῷ ζῶμεν, οὐκέτι δι' αὑτούς, τοῦτ' ἔστιν ἀνθρωπίνως, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. ζῶντες δὲ αὐτῷ, καὶ κατ' αὐτὸν πάντα ἃ βούλεται πράττομεν καὶ λέγομεν καὶ διανοούμεθα, ὡς ἕκαστον τεθαρρηκότα εἰπεῖν· ἡ ψυχή μου αὐτῷ ζῇ, καί· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. 2 Kor 5,16 Ἐπεὶ ζῶμεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι ἀφ' οὗ ἠρξάμεθα οὕτως εἶναι, οὐδένα ἔτι κατὰ σάρκα γινώσκομεν, ὑπερβάντες τὴν σάρκα καὶ τὰ ταύτης πάθη, ἔτι μὴν καὶ τὴν σκιώδη τοῦ νόμου διδασκαλίαν. εἰ δὲ καὶ τὸν Χριστὸν ἔγνωμεν κατὰ 29 σάρκα ἔτι ἰουδαΐζειν θέλοντες καὶ ἕπεσθαι τῇ σαρκίνῃ διηγήσει τοῦ νόμου, ἀλλὰ νῦν οὐκέτι οὕτως αὐτὸν ἀλλ' ὡς θεὸν λόγον γινώσκομεν· γενόμενος γὰρ ὁ λόγος σάρξ, οὐκ ᾤκησεν ἀλλ' ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα μετὰ τοῦτο θεασώμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. διαφέρει γὰρ τὸ οἰκῆσαι τοῦ σκηνῶσαι ὡς καὶ ὁ οἶκος σκηνῆς· ἀεὶ γὰρ μένει ὁ οἶκος ἀμετακινήτως τεθεμελιωμένος, ἡ δὲ σκηνὴ οἶκός ἐστι φορητός. ἀμέλει σκηνοῦσιν οἱ προκόπτοντες, οἰκοῦσιν οἱ τετελειωμένοι· διελεύσομαι γὰρ ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. 2 Kor 5,17-19 Ὁ ἐν Χριστῷ τῷ μετέχειν αὐτοῦ γινόμενος καινὴ κτίσις ἐστίν. τοιαύτην ὑπαρχθῆναι τῇ ἑαυτοῦ καρδίᾳ εὐχόμενος ὁ ἅγιος εἶπεν· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός. κατὰ τοῦτο τὸ σημαινόμενον κτίζει ἐν αὐτῷ ὁ σωτὴρ τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον. ἵν' οὖν τοῦτο ὑπαρχθῇ, τούτῳ τῷ τρόπῳ ὑπέβαλεν ἑαυτὸν κτισθῆναι λέγων· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα. οὐ δηλοῖ οὐσίωσιν τὸ κτισθῆναι ῥῆμα, ὡς ἐν ἄλλοις διὰ πλειόνων δέδεικται. γενομένης δὲ καινῆς κτίσεως ἐν τῷ Χριστῷ τῶν
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.