Fragmenta in epistulam ii ad Corinthios · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

ἐνώπιον κυρίου ἀλλὰ καὶ ἀνθρώπων ἔργα ἀγαθὰ ἔχειν προνοώμεθα. ὅτι μὲν γὰρ ἐπίσταται θεὸς οἵᾳ προθέσει ὑπηρετοῦμεν, οὐκ ἀμφιβάλλεται· ὅτι δὲ καὶ τῶν ἀνθρώπων φροντίζειν προσήκει, ὅπως μὴ ἀπατηθῶσι πρὸς φενάκων καὶ σοφιστικῶν, σπουδάζειν δεῖ. ἰστέον δὲ ὅτι ὁ προτιθέμενος θεῷ προηγουμένως ἀρέσκειν εἶτα ἀνθρώποις, οὐκ ἀνθρωπάρεσκος, ἀλλ' ὁ αὐτὸ τοῦτο μόνον προῃρημένος θνητοῖς ἀποδέκτως ζῆν, κἂν μὴ θεὸς ἀποδέχηται. Καὶ ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει, σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης, ὥστε καὶ ταύτῃ πλείονα γενέσθαι τὴν εἰσφοράν. καὶ λοιπὸν ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετήν, παρακαλεῖ καὶ τὰ ὑπ' αὐτῶν. 36 2 Kor 10,1-2 Αὐτὸς ἐγὼ ὁ διδάσκαλος ὑμῶν καὶ γράφων τὰ προκείμενα, παρακαλῶ κατ' ἀρετὴν ἣν Χριστός μοι δέδωκεν–ἔστι δὲ πραότης καὶ ἐπιείκεια– θαρρῆσαι ἔτι μακρὰν τυγχάνων τῇ ὑποταγῇ ὑμῶν, ὡς ὀφθῆναί με ταπεινὸν παρόντα· ὅταν γὰρ ἐπιδημήσας εὕρω τὰ τῆς προτροπῆς εἰς ἔργα μεταβαλόντας, μετρίως τὴν γνώμην σὺν πραότητι πολλῇ συνδιατρίψω ὑμῖν. ὅθεν δέομαι μὴ παρὼν θαρρῆσαι οὕτως ὡς φέρειν πρόσωπον ἐλέγχοντος καὶ πλήττοντος διδασκάλου, ὅπως μὴ ἀναγκασθῶ τῇ σὺν παρρησίᾳ πεποιθήσει διδασκάλου τολμῆσαι κατά τινων λογιζομένων βαδίζειν ἡμᾶς κατὰ σάρκα. ἢ οὐ κατὰ σάρκα ἀναστρέφεσθαι νομίσειέν τις, ὅταν οἰηθῇ μὴ τοῦ πράγματος χάριν ταῦτα ἡμᾶς γεγραφέναι, ἀλλ' ὅπως δόξωμεν μεγάλοι τινὲς εἶναι, ὑμῶν ὑπηκόων καὶ πλείονα συνεισφερόντων γινομένων; θεὸς γὰρ μαρτυρεῖ καὶ ἀνθρώπων πλείονες, ὅτι τῆς διακονίας ὅπως δαψιλὴς γένηται, καὶ οὐκ ἄλλου τινὸς ἀνθρωπίνου χάριν γέγονε τὰ τῆς συμβουλῆς. 2 Kor 10, 3-7 Τὸ προκείμενον νόησιν ἔχει τοῦ ἐν ἑτέρᾳ ἐπιστολῇ γραφομένου ἔχοντος οὕτως· ἐπὶ γῆς περιπατοῦντες ἐν οὐρανῷ ἔχομεν τὸ πολίτευμα· καὶ γὰρ ταὐτὸν εἴη τὸ κατὰ σάρκα καὶ ἐπὶ γῆς περιπατεῖν, καὶ τὸ μὴ κατὰ σάρκα στρατεύεσθαι τοῦ τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. κατὰ σάρκα δὲ στρατεύεσθαι λέγει οὐ πάντως τοὺς εἰς πόλεμον παρεσκευασμένους, ἀλλὰ γὰρ καὶ τοὺς σαρκίνους καὶ διὰ τοῦτο πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν, οἷοι ἦσαν περὶ ὧν εἴρηται· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. οἱ τούτους ὑπεραναβεβηκότες ὡς τὸ φρόνημα καὶ τὰ ἔργα τῆς σαρκὸς πάλιν κατὰ πνεῦμα στρατεύονται τῷ βασιλεῖ τῶν ὅλων Χριστῷ. διὸ ἵνα ἀρέσωσι τῷ στρατεύσαντι, οὐκ ἐμπλέκονται ταῖς τοῦ βίου πραγματείαις, τοῦτ' ἔστι τοῖς ὑλικοῖς. ἀμέλει γοῦν ἃ φέρουσιν ὅπλα οὐκ αἰσθητὰ καὶ σωματικά–ἀσθενῆ γὰρ ταῦτα–ἀλλὰ δυνατὰ τῷ θεῷ εἰσιν. καθαιροῦσι γοῦν οἱ χρώμενοι τούτοις τὰς ὀχυρότητας τῶν ἀπατηλῶν λόγων πάνυ σοφιστικῶς κατεσκευασμένων πρὸς τῶν ἑτεροδόξων, ἀλλὰ καὶ τὰ ὄντα ἐν τοῖς λόγοις τούτοις ὑψώματα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενα· οἱ γὰρ ἀντιταττόμενοι τῇ γνώσει 13 τῆς ἀληθείας, ἀσεβῆ καὶ ἄθεα δόγματα παρεισάγοντες, τῇ δεινότητι τῶν λόγων φρούρια ὀχυρὰ οἰκοδομοῦντες, ἔνδον αὐτῶν χωροῦντες ἡγοῦνται εἶναι ἀκατα 37 μάχητοι. πρὸς τούτοις ἃ διδασκαλικῶς δῆθεν σὺν φαινομένῃ ἀποδείξει προφέρουσι μάταιον ὕψος ἔχοντα, ψευδεῖ νοήσει ἐπαίρεται ὡς ἀνωτέρω χωροῦντα τῆς ἐκκλησιαστικῆς γνώμης ὀνομαζομένης “γνώσεως θεοῦ”. αὐτὸς γὰρ αὐτοῖς τοῖς ἀξίοις παρέχει. ἕνεκα γοῦν τοῦ καθαιρῆσαι τὰ προειρημένα ὑψώματα καὶ ὀχυρώματα, ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ θεοῦ κατὰ πνεῦμα, τῷ εἰρημένῳ τρόπῳ στρατευόμεθα. διαλύομεν γοῦν τοὺς σοφιστικοὺς αὐτῶν λόγους, καὶ τὰ δόγματα διελέγχομεν. ἀμέλει γοῦν πᾶν νόημα τῶν ἠπατημένων κεκρατημένων ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ ἀνατραφὲν ἐν χώρᾳ τῇ ἐκείνων αἰχμαλωτίζοντες φέρομεν πρὸς τὸ ὑπακοῦσαι τῷ Χριστῷ. δυνατὸν ἐκλαβεῖν καὶ οὕτως· πᾶν νόημα τὸ ὅπως ποτὲ ἔν τινι διδασκαλίᾳ φερόμενον ἀνάγκῃ καὶ βίᾳ μετοικίζοντες πρὸς τὸ πεῖσαι ὑπακοῦσαι τῷ Χριστῷ φέρομεν. οὕτω γὰρ τὸ Ἀθήνησιν ἀνακείμενον βωμῷ ἐπίγραμμα, ἐμφαῖνον πολλῶν θεῶν νόημα, ἑλκύσας ὁ ταῦτα γράφων μετήνεγκεν εἰς τὸν μόνον ἀληθινὸν θεόν, φήσας· ὃν οὐκ ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ἀγνοούμενον δὲ πλῆθος θεῶν ἐδήλου τὸ ἐπίγραμμα. ὅταν οὖν πᾶν νόημα αἰχμαλωτισθῇ εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τὸ τηνικάδε ἑτοίμως ἕξομεν κατὰ πάσης παρακοῆς ἐπαγαγεῖν ἐκδίκησιν, ὥσπερ οἱ αἰχμαλώτους λαβόντες ἐν τῷ νενικηκέναι ἔθνος τι θαρραλέοι γίνονται εἰς τὸ ὑποσκάψαι τὴν χώραν ἐκείνων.

About this text

Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.