Fragmenta in epistulam ii ad Corinthios Unit 4 opening
Unit 4.
Lemma-led open — Τούτοις ἐπιφέρει πρὸς αὐτοῖς οἷς ἔγραφεν· ὅταν ἡ ὑπακοὴ ὑμῶν πληρωθῇ, τὰ κατὰ πρόσωπον βλέ
Greek
Τούτοις ἐπιφέρει πρὸς αὐτοῖς οἷς ἔγραφεν· ὅταν ἡ ὑπακοὴ ὑμῶν πληρωθῇ, τὰ κατὰ πρόσωπον βλέπετε. διαφόρως δέ ἐστιν ἐπιστῆσαι τῇ λέξει ταύτῃ· εἰ μὲν γὰρ προστακτικῶς ἐκφέροιτο, σημαίνει τόδε· ὅταν διὰ συγκαταθέσεως τῆς πρὸς τὴν θείαν διδασκαλίαν πληρωθῇ ὑμῶν ἡ ὑπακοή, ὦ Κορίνθιοι, τὰ κατὰ πρόσωπον σκοπεῖτε· οὕτω γὰρ γνώσεσθε τοὺς δορὰν προβάτου περικειμένους, ἔνδον ὄντας λύκους ἅρπαγας, καὶ τοὺς ὄντως γνησίους διδασκάλους, οἷς εἴρηται· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὕτω δὲ σκοπήσασιν ὑμῖν γνωσθήσονται οἱ ἀπατεῶνες οὓς καὶ ἐκβαλεῖτε, καὶ οἱ ἀληθῶς ἀπόστολοι Χριστοῦ οἷς καὶ πεισθῆναι προθύμως ἐθελήσατε. τούτῳ συνᾴδει τὸ ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. εἰ δὲ ὁριστικῶς ἐκφέροιτο τὸ κατὰ πρόσωπον βλέπετε, τοιαύτην ὑποβάλλει νόησιν· τὴν διάθεσιν τῶν διδασκάλων καὶ τῶν μαθητῶν τὴν δύναμιν κρίνετε, εἰς τὸ πρόσωπον ἀεὶ τῶν λεγόντων ἀτενίζοντες, ἀπατώμενοι πρὸς τῶν μόνης τῆς ἔξω φανείας ἐπιμελουμένων. ἄν τις οὖν 38 λύκος ὢν ἐπιψεύσηται εἶναι πρόβατον μόνον κώδιον ἐπιφερόμενος, τοῦτον δέχεσθε ψευδαπόστολον, καὶ τὸν δὲ προφήτην ὄντα ὡς ἀπόστολον καὶ προφήτην. ἀμέλει γοῦν τινες προσποιησάμενοι εἶναι Χριστοῦ μαθηταί, ἀληθείᾳ δὲ ὄντες γνώριμοι τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτός, ἀπάτην ἐποίησαν παρ' ὑμῖν τισιν, ὡς οὐκ οὔσης ἀναστάσεως νεκρῶν οὐδὲ τῆς λογικῆς ψυχῆς ἐπιδιαμενούσης μετὰ τὸν τοῦ σώματος χωρισμόν. ἀμφιβόλως τοίνυν ἔχοντος τοῦ πῶς ἐξενήνεκται, τοῦ κατὰ πρόσωπον βλέπετε, τῆς προτέρας νοήσεως κρατούσης διδασκαλικῶς. 2 Kor 10,17-18 Ἐλέγξας αὐτάρκως τοὺς τἀναντία διδάσκοντας ὡς μάτην αὐχοῦντας εἶναι Χριστοῦ, ἀναγκαίως ἐπήγαγεν δεῖν καυχᾶσθαι ἐν κυρίῳ τὸν ἀμέμπτως καὶ εἰλικρινῶς δόξης ἐφιέμενον· οὐ γὰρ ὁ ἑαυτὸν ἀποδεικνὺς εἶναι δόκιμον πάντως ἐστὶ τοιοῦτος, ἀλλ' ὃν ὁ κύριος διὰ μαρτυρίας συνέστησεν. ἀμέλει γοῦν ὁ περὶ τὸν Φαρισαῖον λόγος ὃς φήσας· οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, οὐ δόκιμος ἀλλ' ἀδόκιμος ὤφθη, δικαιωθέντος παρ' αὐτὸν τοῦ ἐξαγορεύσαντος τὰ ἴδια ἁμαρτήματα τελώνου. οἱ δὲ ἅγιοι δόκιμοι καὶ ἀναντίρρητοι τυγχάνουσι συσταθέντες ὑπὸ θεοῦ. τῷ γοῦν γράφοντι τὰ προκείμενα ἐμαρτύρησεν εἰπὼν περὶ αὐτοῦ τῷ Ἀνανίᾳ· σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος. ἀλλὰ καὶ τοῖς 14 ἀποστόλοις πᾶσιν ἡ ὑπὸ τοῦ σωτῆρος γενομένη ἐκλογὴ μαρτυρεῖ, ὡς καὶ αὐτοὺς μὴ ἑαυτοὺς συνεσταλκέναι, ἀλλ' ἐκ θεοῦ ἐσχηκέναι τοῦτο. 2 Kor 11,1-3 ∆είξας ὡς οὐ σοφῶν ἀλλ' ἀφρόνων ἐστὶ τὸ αὑτοὺς ἐπαινεῖν, καὶ ὅτι Κορίνθιοι μᾶλλον ὑπὸ τῶν τοιούτων ψυχαγωγοῦνται, φησὶ πρὸς αὐτούς· ὤφελον ἀνείχεσθέ μου λέγοντος περὶ ἐμαυτοῦ ὃ κἀκεῖνοι λέγουσι περὶ ἑαυτῶν· καὶ γὰρ ἔχων ἀληθῆ πολλὰ γράφειν παρῃτησάμην ἄν, ἐπιστάμενος ὡς ἀφρόνων τυγχάνει τὸ περιαυτολογεῖν. ἀλλ' ἐπεὶ ἀνέχεσθε τῶν οὕτω λεγόντων, ἐρῶ κἀγώ, οὐχ ὅπως ἔπαινον θηρεύσω, ἀλλ' ὠφελείας ὑμῖν αἴτιος γένωμαι· κατὰ θεὸν γὰρ ὑμᾶς ζηλῶ, οὐ βουλόμενος φθαρήσεσθαι τὰ νοήματα ὑμῶν πρός τινος τῶν κακὰ λεγόντων. καὶ ἀκολούθως γε τὸν προειρημένον ζῆλον ἔχω, ἐπείπερ τῷ ἀληθῶς ἑνὶ ἀνδρὶ Χριστῷ ἐμνηστευσάμην τὴν ἐκκλησίαν ὑμῶν οὖσαν παρθένον ἁγνήν. δέος δέ, μὴ ὡς τὴν μητέρα τοῦ γένους ἡμῶν ἔφθειρεν ὁ ὄφις πανουργίᾳ χρησάμενος, φθαρῆτε καὶ ὑμεῖς ὑπὸ ψευδοδιδασκάλων δι' ἀκεραιότητα ἣν ἔχετε· εὐφήμως δὲ ταύτην εὐχέρειαν οὖσαν ἁπλό 39 τητα ὠνόμασεν. γνώσεται δέ τις ὡς πανουργίᾳ τοῦ ὄφεως ἐξηπατήθη Εὔα, ἐπιστήσας ὡς παρεποίησε τὴν θείαν ἐντολὴν τοῦ θεοῦ εἰπόντος· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ καὶ τὰ ἑξῆς. τὸ γὰρ προσταγὲν καθ' ὅλου εἰς τὸ ἀντικείμενον σοφιστικῶς μετήγαγεν. 2 Kor 11,7-10 Ἢ δοκεῖτε ὅτι δωρεὰν τὸ εὐαγγέλιον ὑμῖν διακονήσας ἥμαρτον ἐμαυτὸν ταπεινῶν; κατηγόρησα ἐμαυτοῦ, ὅπως δόξητε ὑψοῦσθαι, ἐπὶ τῷ δῆθεν ἀληθεύειν κατ' ἐμαυτοῦ ὡς
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.