Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
αὐτὴν ὡς οὐκ ἰδίᾳ δυνάμει, ἀλλ' ἡμετέρᾳ συνεργείᾳ ἡ τελείωσις ὑπάρχει. περὶ τοῦ τρὶς παρεκάλεσα ὁ μέν τις ἐρεῖ δηλοῦσθαι τὸ πολλάκις· ἀπὸ γὰρ τοῦ τρὶς τὸ πλῆθος· τὰ γὰρ τρία πολλά. 43 2 Kor 12,19-13,1 Μὴ δόξητε ὅτι ὑμῖν ἀπολογούμεθα· οὐ γὰρ ἀνθρώποις προηγουμένως ἀρέσκειν προτεθείμεθα ἀλλ' ἢ τῷ θεῷ. προνοοῦμεν γοῦν καλὰ ἐνώπιον τοῦ θεοῦ καὶ δευτέρως ἐπίπροσθεν ἀνθρώπων, ἵνα ὦμεν τῷ θεῷ πεφανερωμένοι πείθοντες ἀνθρώπους ὀρθῶς βίῳ καὶ λόγῳ καταλλήλῳ· ἐν γὰρ Χριστῷ φθεγγόμενοι ἐπίπροσθεν θεοῦ, ὡς ὁρῶντες αὐτοῦ τὸν λογισμόν, πάντα πράττομεν καὶ λέγομεν. θαρρῶ οὖν ὅτι γνησίως ἀναγνόντες καὶ ταύτην τὴν ἐπιστολήν, καταλαλιῶν ἀφέξεσθε, τὸ ψιθυρίζειν παραιτησάμενοι ὡς δουλοπρεπές· δούλων γὰρ ἀπαρρησιάστων καὶ γογγυστῶν τὸ τόλμημα. ἀλλὰ καὶ τὰς φιλονεικίας καὶ τὰς ἐξ αὐτῶν γινομένας ἔριδάς τε καὶ ἐριθείας ἀποστράφητε· οὕτω γὰρ ἀκολουθήσει τὸ εὑρίσκεσθαι ὑμῖν οἷον ποθεῖτε. μετεωρίζεται γὰρ καὶ ἄγαν γαυριᾷ διδάσκαλος εὐπορῶν ἀκροατῶν ἐν οἷς σοφίαν εἰπεῖν δύναται, ὡς αὖ συστέλλεται ταπεινούμενος, ὅταν οἱ προσιόντες ἐπιπλήξεων καὶ ἐλέγχων δέωνται ἐφ' οἷς πράττουσι κακῶς. εἰ γὰρ πορνείαν καὶ ἀκαθαρσίαν καὶ τὴν ἑπομένην ἀσέλγειαν πράττοντες οὐ μετανοοῦσιν, τεθνήκασι τὸν ψυχῆς θάνατον, ὡς τὸν κηδεμονικὴν διάθεσιν πρὸς αὐτοὺς ἔχοντα πενθεῖν αὐτοὺς μᾶλλον ἢ οἱ τὰ κενοτάφια οἰκοδομοῦντες τοῖς ἀποφοιτήσασι φιλοσοφίας· φιλεῖ γὰρ αἴσθησις ἐγγίνεσθαι τοῖς ἁμαρτάνουσιν, ὅταν ἕτεροι ὑπὲρ αὐτῶν πενθῶσιν ὀλοφυρόμενοι. δύναται καὶ κατὰ τοῦτο τὸ σημαινόμενον τοὺς πενθοῦντας μακαρίζειν ὁ σωτήρ, ἐπείπερ μετὰ τὴν ἐκ τοῦ πενθεῖν κάκωσιν θεόθεν παρακληθήσονται. διὰ δὲ τοῦ εἰπεῖν μὴ πάλιν ἐλθὼν ταπεινωθῶ, δείκνυσιν ὅτι καὶ ἐν προτέρᾳ πρὸς αὐτοὺς ἀφίξει τοῦτο πέπονθεν 17 ἱκανῶς πρὸς μετάνοιαν προτρεψάμενος. ἀναγκαίως οὖν ἐπήγαγεν· ἰδοὺ τοῦτο τρίτον ἔρχομαι πρὸς ὑμᾶς, ἵνα τὴν τρίτην ἐπιδημίαν ἀντὶ τριῶν μαρτύρων ἔχοντες βεβαιοῦσθε. εἰ γὰρ ἐπὶ στόματος μαρτύρων δύο ἢ τριῶν πᾶν ῥῆμα κατὰ κρίσιν ἐκφερόμενον ἵσταται, τοῦτ' ἔστι πληροῦταί τε καὶ βεβαιοῦται, οὕτως ἐχρῆν διὰ τῶν δύο ἐπιδημιῶν ὧν πεποίηκα βεβαίους ὑμᾶς ὑπάρχειν. ἐπειδὴ δὲ ἀκμὴν χρῄζετε τοῦ βεβαιωθῆναι, καὶ τρίτον ἔκρινα ἀπαντῆσαι ὑμῖν. 2Kor 13,10 Εἶχον ἐξουσίαν ἐπὶ τῷ οἰκοδομεῖν ὑμᾶς αὐτοὺς πόλιν καὶ ναὸν θεοῦ· ταύτην δὲ τὴν ἐξουσίαν καρποφορεῖν θέλω, δι' ὧν γράφω διδάσκων ὅτι οὐ πρὸς καθαίρεσιν τὴν ἐξουσίαν, ἀλλὰ τοῦ οἰκοδομεῖν ἔχω. 44 2 Kor 13,11 Μετὰ πᾶσαν προτροπὴν συμβουλεύει, ὁμοφροσύνην ἀναλαβόντας αὐτοὺς σπεύδειν ἐπὶ τέλος ἀγαθόν, ἀπαρτιζομένους ἀναλήψει γνησίας ἀρετῆς τε καὶ πίστεως· οὕτω γὰρ στηριγμὸν ἕξουσι τὸ αὐτὸ φρονοῦντες, εἰρήνην ἄγοντες ἐπὶ τῷ τὴν τοῦ θεοῦ ἀγάπην χώραν λαβοῦσαν παρ' αὐτοῖς γίνεσθαι. ταύτης γὰρ ἡ παρουσία τὸ ἀμετακίνητον αὐτοῖς περιποιήσει, ὡς ἕκαστον μιμούμενον τὸν διδάσκαλον εἰπεῖν· τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ; καὶ τὰ ἑξῆς. 2 Kor 13,12-13 ∆υνάμει τοῦτο λέγει· οὕτως ἐπίστανται ὑμᾶς οἱ ἅγιοι πάντες ὡς καὶ ἀσπάζεσθαι ὑμᾶς, ὅθεν γνώριμοι τοιούτων καὶ τηλικούτων ἀνδρῶν τυγχάνοντες πράττετε καὶ φρονεῖτε ἃ ἐκεῖνοι ἀποδέχονται. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν· ἀμήν. ἔσται, φησί, τοῖς οὕτως εὐλογημένοις ἡ χάρις τοῦ κυρίου Ἰησοῦ ἤτοι σώζουσα αὐτοῖς ἄνευ ἔργων ἢ κεχαριτωμένους ποιοῦσα. ἔσται δὲ καὶ ἡ ἀγάπη τοῦ θεοῦ μετ' αὐτῶν καθ' ἣν ἀγαπᾷ αὐτοὺς ἢ αὐτοὶ αὐτὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, καὶ πρόσεστι ἡ τοῦ ἁγίου πνεύματος κοινωνία πνευματικοὺς καὶ ἁγίους ποιοῦσα τοὺς μετέχοντας αὐτῆς. ἡμεῖς δὲ ἅπαντα ποιοῦμεν καὶ λέγομεν, ὥς φησιν ὁ μακάριος Ἰωάννης, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τοῦ θεοῦ καὶ ἐπιτυχεῖν τῶν μελλόντων ἀγαθῶν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 18
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.