Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
τοῖς ἐπουρανίοις, οὕτω περικείμενός τις τὸ σῶμα ἔτι οἷός τε ἐστι νοῦ ὀπτασίᾳ ποδηγούμενος ἐν οὐρανῷ καὶ τῷ παραδείσῳ γενέσθαι. ἄλλος δέ τις ἐρεῖ, ὅτι εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος γράφειν αὐτὸν οὐ περὶ τοῦ ἰδίου σώματος οὗ περίκειται ἡ ψυχή, ἀλλὰ περὶ τοῦ καθ' ὅλου, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ εἰς τὸν παράδεισον, πότερον δὲ σῶμα ταῦτα ἢ ἀσώματον, οὐκ οἶδα· ἀνάκειται γὰρ ἡ εἴδησις τούτων τῷ πατρὶ τῆς σοφίας, θεῷ. ἔχει δὲ καὶ τὸ ἕως τρίτου οὐρανοῦ ἀμφιβολίαν· σημαίνεται γὰρ ἐκ τῆς ἀμφιβολίας ὁτὲ μὲν τὸ πλειόνων ὄντων οὐρανῶν ἕως τρίτου γεγονέναι αὐτὸν ἐπὶ τῷ τὰ ἐκεῖσε πράγματα κατανοῆσαι–ἀριθμείσθω δὲ οὗτος ἀπὸ τοῦ στερεώματος· οὗτος γὰρ πρῶτος οὐρανὸς τοῖς ἀναλαμβανομένοις ἅπαντα–, ὁτὲ δὲ τὸ ἑνὸς ὄντος οὐρανοῦ μέχρι τρίτου μορίου αὐτὸν ἐφθακέναι. ὁποτέρως δὲ ἔχει, θεὸς ἂν εἰδείη καὶ ᾧ ἂν αὐτὸς φανερώσῃ· ὅμως δύο ἁρπαγαί εἰσι δηλούμεναι ἕως τρίτου οὐρανοῦ καὶ ἕως εἰς τὸν παράδεισον. λεκτέον δὲ πρὸς τοῖς εἰρημένοις, ὡς οὐδὲν εἶπεν περὶ τοῦ τρίτου οὐρανοῦ ὡς ἀκηκοώς τι ἢ θεασάμενός ἐστιν· περὶ γὰρ τοῦ ἀπαγγείλαντος ὡς ἤκουσεν ἐν αὐτῷ ἄρρητα ῥήματα, ἃ μὴ δυνατὸν ἀνθρώπῳ εἰπεῖν–εἰ μὴ ἄρα κατὰ κοινοῦ τις λάβῃ τὸ “ἤκουσα ἄρρητα ῥήματα ἔν τε τῷ τρίτῳ οὐρανῷ ἢ οὐρανοῦ καὶ εἰς τὸν παράδεισον”. ὁποτέρως δ' ἂν ἔχοι, δηλοῦται ὅτι παιδευτήριον θείων μαθημάτων ὁ παράδεισός ἐστιν. τί δὲ βούλεται καὶ τὰ ἄρρητα ῥήματα; ἴστεον ὅσον ἐπὶ τῷ μὴ συλλαβαῖς καὶ φωναῖς χρᾶσθαι τὸν λέγοντα αὐτά, ἄρρητα τυγχάνειν, ὅσον δὲ ἔχουσι τὸ ἀληθὲς ἐν θείᾳ νοήσει τὴν ὑπόστασιν ἔχοντα, ῥήματά ἐστιν· ἀκούεται δὲ ταῦτα οὐκ αἰσθήσεως ἀντιλήψει ἀλλὰ θεωρίᾳ νοήσεως θείας. ἀμέλει γοῦν ὁ θεὸς λόγος αὐτὸς ὢν ὁ Χριστός, οὐ Παύλῳ ἀλλ' ἐν Παύλῳ λαλεῖ· οὕτω δὲ ἐδίδασκε καὶ πρὸς ἕκαστον τῶν προφητῶν γινόμενος. εἰ τοίνυν ἐν τοῖς ἁγίοις λαλεῖ ὁ σωτήρ, ἄρρητά ἐστι τὰ λεγόμενα· εἰ γὰρ ῥητὰ ἦν, ἔπληττεν αὐτῶν τὴν ἀκοήν, καὶ οὐκ ἐν αὐτοῖς ἀλλ' αὐτοῖς 16 ἐλάλει. εὖ δὲ καὶ τὸ εἰπεῖν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἀκοῦσαι μὲν γὰρ ἀνθρώπῳ δυνατὸν νόησιν πεφωτισμένην ἔχοντι, λαλῆσαι δὲ αὐτὰ ἀδύνατον φωναῖς καὶ συλλαβαῖς· τούτων γάρ εἰσι λαλητικοί. τὸ ἐξὸν ἀντὶ τοῦ δυνατὸν εἴρηται, οὐκ ἐνταῦθα μόνον ἀλλὰ 42 καὶ ἐν ἑτέραις ἐπιστολαῖς τοῦ ταῦτα γράφοντος· τὸ γὰρ πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, ἴσον ἐστὶ τοῦ πάντα δύνασθαι. Εἰπὼν δὲ τὰς θείας ἀποκαλύψεις καὶ ὀπτασίας ἀναγκαίως ἐπήγαγεν· ὑπὲρ τοῦ τοιούτου ὄντος ἐν Χριστῷ ἀνθρώπου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ ἐν μόνοις τοῖς προειρημένοις ἀσθενήμασι παρρησιάζομαι. ταῦτα δὲ λέγων οὐκ ἄλλος ἐστὶ τοῦ θεωρήσαντος τὰς ὀπτασίας· πλὴν εἰ καὶ ὁ αὐτός ἐστιν, ἐπινοίᾳ διαφέρει, πῆ μὲν νοούμενος ὡς ἄνθρωπος ἀσθενὴς διὰ τὴν τῆς συγκαταβάσεως πρόθεσιν, πῆ δὲ ὡς ὑπεραναβεβηκὼς καὶ ἐν Χριστῷ ὢν διὰ τὴν θεωρίαν. 2 Kor 12,7-9 Ἕτεροι δὲ μὴ βουλόμενοι ἀφορμὴν διδόναι καὶ μηδένα τρόπον ἰσχύειν τὸν πονηρὸν ἐμποιεῖν τινα νοσήματα, μηδὲ ἀνεχόμενοι τοὺς τελείους ἄνδρας περὶ πολλοῦ ποιεῖσθαι τὴν τοῦ σώματος ὑγείαν– ἴσασι γὰρ κατεξανίστασθαι τῶν ἐπιπόνων–φήσουσιν· πολλὰς καὶ μεγάλας θεωρίας εἰληφώς τις, εἰ μὴ νύττοιτο ὑπὸ ἀνθρωπίνης ἀσθενείας, μέγα φρονήσει ἐφ' ἑαυτῷ. ὅπως ἂν μὴ ἔχοι χώραν, ἡ φρουροῦσα τὸ ἡγεμονικὸν θεοῦ δύναμις πολλάκις οἰκονομεῖ τὸν φρουρούμενον ἔξω γενέσθαι τῆς ὑπ' αὐτῆς σκέπης, ὡς παρείσδυσιν λαβεῖν ἀνθρώπινον λογισμόν. καὶ ἐπεὶ μυσάττονται οἱ τέλειοι ἄνδρες καὶ τὸν ἐν διανοίᾳ μολυσμόν, μέγαν κόνδυλον ἔχειν οἴονται, κἂν ἐνθύμημά τι ὑποβληθῇ αὐτοῖς ὑπ' ἀγγέλου σατανικοῦ. ἀμέλει γοῦν παρακαλοῦσι καὶ ἀπὸ κρυφίων καθαρισθῆναι καὶ μηδὲν αὐτοῖς συνειδέναι φαῦλον. καὶ ὅτι τοῦτο οὕτως ἔχει, κονδυλιζόμενος ἔγνω καταφυγεῖν θεῷ, ὡς δηλοῖ γράψας· ὑπὲρ τούτου τοῦ ἐνοχλοῦντος σατανικοῦ ἀγγέλου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα μακράν μου γένηται. καὶ εἶπεν μοι ὃν παρεκάλεσα κύριος· ἀρκεῖ σοι ἡ χάρις μου· γνώσῃ γὰρ δι'
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.