Fragmenta in Joannem · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

καθῆσθαι ἢ καταδαρθεῖν οὐ ζωοποιεῖται. λῆψιν ζωῆς σημαίνει, οὐ λαμβάνει δὲ ταύτην ὁ ζῶν· ἔχει γὰρ αὐτήν, εἰ μὴ ἄρα καθ' ἕτερον σημαινόμενον ὁμώνυμον γὰρ τὸ ζωῆς ὄνομα. 5 Jo 5, 23 Ὡς ὁ παραβαίνων τὸν νόμον διὰ τοῦ παραβαίνειν ἀτιμάζει τὸν θεόν, ὁ δὲ τηρῶν αὐτὸν τιμᾷ τὸν δεδωκότα, οὕτως ὁ τιμῶν τὸν υἱὸν τῷ κατὰ τὸν νόμον καὶ τὸν ὀρθὸν λόγον ἐνεργεῖν τιμήσει τὸν πατέρα καὶ ἔμπαλιν. 6 Jo 5, 28 Τὸ πάντες οἱ ἐν τοῖς μνημείοις ἴσον σημαίνει τῷ πάντες οἱ τεθνηκότες· εἰ γὰρ μὴ τοῦτο εἶπεν, ὧν τὰ σώματα ὑπὸ θηρίων ἢ πυρὸς δεδαπάνηνται καὶ ἐν μνημείοις οὐ τίθενται, οὐκ ἀνίστανται. ἀλλ' ἐπεὶ πάντων ἀνθρώπων ἀνάστασις ἔσται, ἀριθμηθήJoνται ἄρα καὶ οὗτοι εἰς τοὺς ἐν τοῖς μνήμασιν. εἰ δὲ φιλονεικοῖεν οἱ ἀντιλέγοντες, ἐπιστατέον αὐτοὺς ὡς οἱ πράττοντες τὰ ἀγαθὰ καὶ φαῦλα, οὐ τὰ σώματα τὰ ἐν τοῖς μνημείοις ἀποτεθείμενά ἐστιν. ὅθεν οὐ κωλύσει αὐτοὺς ὁ λόγος παραδέξασθαι καὶ τὰ σώματα τὰ πυρὶ ἢ ἄλλως ἀναλωθέντα. 7 Jo 5, 28–29 Τῶν ἀνθρώπων διῃρημένων κατὰ τὴν γνώμην εἰς ἀσεβεῖς ἤτοι ἀπίστους ἢ εὐσεβεῖς ἤτοι πιστοὺς οἱ αὐτοὶ πάντων ἀνισταμένων ἀνθρώπων οἱ ἄπιστοι καὶ ἀσεβεῖς ἀνίστανται μέν, οὐκ εἰς κρίσιν δὲ τῷ ἤδη κεκρίσθαι τὸν μὴ πιστεύοντα. εἰσὶ δὲ οἱ πιστεύσαντες τῷ σωτῆρι καὶ πρὸς τούτῳ καὶ ἔργα πεποιηκότες ἀγαθά, οἵτινες ἀνίστανται εἰς ἀνάστασιν ζωῆς οὐ κριθησόμενοι τῶν μετὰ τὸ πιστεῦσαι ἡμαρτηκότων εἰς κρίσιν ἐγειρομένων. τὴν δὲ τῶν βρεφῶν κατάστασιν, ἐπεὶ καὶ αὐτὰ ἀνίστανται, θεὸς μόνος οἶδεν, τάχα καὶ οἷς ἡ ἀποκάλυψις τῆς περὶ τούτου ἀληθείας γεγένηται. 10 ξολ1 Jo 6, 44–45 Ἕλκεταί τις παρὰ τοῦ πατρὸς οὕτω τοῦ ἀνθρώπου “κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν” θεοῦ λογικοῦ γενομένου. ἐνεσπαρμέναι εἰσὶν ἐν αὐτῷ αἱ περὶ ἐναρέτων πράξεων ἔννοιαι καὶ ὁ περὶ τῆς ἀληθείας καὶ γνώσεως λόγος. ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ κρίνας τὸ ἀγαθὸν καὶ μαθὼν παρὰ τοῦ πατρὸς ἔρχεται πρὸς Χριστὸν διὰ πίστεως. ἢ καὶ δι' ἀποκαλύψεως πρὸς ἑαυτὸν ἕλκει τοὺς ἀκούοντας καὶ μαθόντας. καθ' ὃν τρόπον καὶ τῷ Πέτρῳ ὁμολογήσαντί φησιν· “ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν Joι, ἀλλ' ὁ πατήρ μου ὁ οὐράνιος.” “Κατ' εἰκόνα καὶ ὁμοίωσιν” καὶ αὐτὸ τοῦτο λογικοῦ γενομένου τοῦ ἀνθρώπου. ἐνεσπαρμέ ναι εἰσὶν αὐτῷ ὑπὸ θεοῦ αἱ περὶ ἐπαινετῶν πράξεων ἔννοιαι, ἀλλὰ καὶ τῆς γνώσεως, τῆς ἀληθείας. ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ μαθὼν παρὰ τοῦ πατρὸς ἔρχεται διὰ τῆς πίστεως πρὸς τὸν κύριον. καὶ μετ' ὀλίγα· διδάσκων δι' ἀποκαλύψεως τὰ περὶ τοῦ υἱοῦ ὁ πατὴρ ἄγει πρὸς αὐτὸν τοὺς ἀκούοντας καὶ μαθόντας· οὕτω γὰρ καὶ τὸν Πέτρον δι' ἀποκαλύψεως εἰς τὸ πιστεύειν τῷ υἱῷ ἤγαγεν ἀποκαλύψας αὐτόν. 11 Col1 Jo 6, 58 Οὐρανὸν λέγει σημαίνεσθαι τὴν ὡσανεὶ περιωπὴν καὶ κατάστασιν τοῦ θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τυγχάνει. “ζωῆς” δὲ “ἄρτος” “ὁ καταβαίνων” ὁ τοῦ θεοῦ θρεπτικὸς λόγος ἐστίν, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τῷ τὴν ἀρετὴν ἐνεργεῖν. ἐπειδὴ δὲ οὐ μόνον διὰ πράξεως ἰέναι δεῖ πρὸς αὐτόν, ἀλλὰ καὶ ἐπιστημονικῶς πιστεύειν τὰ κατὰ θεωρίαν ἀληθῆ, πίνει τις ἐξ αὐτοῦ ἐκ πηγῆς “ὕδωρ ζῶν” καὶ ἐξ ἀμπέλου οἶνον εὐφραίνοντα “καρδίαν ἀνθρώπου”. ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ τὴν διανοητικὴν πίνομεν ὡς ἀεὶ ζῆν κεκορεσμένους καὶ μηδέποτε διψῆν πεπωκότας ἀπ' αὐτοῦ. εἰ δὲ ἐναντίον δοκεῖ τὸ “μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην”, οὐδαμῶς τυγχάνει διαφωνία· εἰ γὰρ μὴ πεινᾷ τις μηδὲ διψᾷ φαγὼν τούτου τοῦ ἄρτου καὶ πιὼν 2 τοῦ ἀθανάτου πώματος, ἀλλ' ὅμως διὰ τὸ ἐράσμιον καὶ ἀξιέπαινον τῆς τροφῆς καὶ τοῦ ποτοῦ ὁ χορτασθεὶς ἔτι πεινᾷ καὶ πινὼν ἔτι διψᾷ ὥστε καὶ ἀεὶ κορέννυσθαι καὶ πεινᾶν. Ποῖον οὐρανὸν σημαίνει ἐνταῦθα ἐκ τῶν τριῶν οὐρανῶν, τὸν ἀρχέγονον, τὸ στερέωμα, τὸν ἀέρα· ἐκ τούτων οὐδένα χρὴ νοεῖν, ἀλλὰ τὴν ὡσανεὶ περιωπὴν καὶ κατάστασιν τοῦ θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τυγχάνει. “ζωῆς” δὲ

About this text

Didymus the Blind, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Joannem — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.