Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
“ἄρτος” “ὁ καταβαίνων” ὁ τοῦ θεοῦ θρεπτικὸς λόγος ἐστίν, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τῷ τὴν ἀρετὴν ἐνεργεῖν. ἢ καὶ οἱ κατὰ μέθεξιν τῆς αὐτοῦ διδασκαλίας πρακτικὴν ἀρετὴν μετιόντες ἐσθίειν λέγονται, κατὰ δὲ τὴν διανοητικὴν ἐξέτασιν τοῦ κεκρυμμένου τῆς γραφῆς πίνειν λέγονται καθώς φησιν ὁ Χριστός· “μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην” οἱ καὶ πρᾶξιν καὶ νόησιν ταύτης μετιόντες. 12 Jo 8, 51–52 Τοῦ σωτῆρος εἰρηκότος μὴ θεωρήσειν θάνατον τὸν τηροῦντα τὸν λόγον οἱ παρόντες Ἰουδαῖοι σφαλέντες τὸ θεωρῆσαι θάνατον ταὐτὸν εἶναι τῷ γεύσασθαι αὐτοῦ ὑπέλαβον· δοκεῖ γὰρ αὐτοῖς ὅJoν ἐπὶ ταῖς αὐτῶν λέξεσιν ἐκεῖνον μὴ γεύσασθαι θανάτου τὸν πεῖραν τοῦ κοσμικοῦ μὴ λαβόντα θανάτου· τοῦτο δὲ δοκεῖ ἀνατρέπειν τὴν κυριακὴν ἐπαγγελίαν, τεθνηκότων καὶ τῶν τηρησάντων αὐτοῦ τὸν λόγον, γέγονε δὲ αὐτοῖς ἀπάτη τὸ θέλημα πανούργως Joφίσασθαι ἐξ ὁμωνυμίας· ὁ γὰρ τηρῶν τὸν Ἰησοῦ λόγον τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον οὐ μὴ θεωρήσει, εἰ καὶ γεύσεται τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου. ἐπεὶ δὲ καὶ ἀπροσδιορίστως εἶπον οἱ προφῆται ἀπέθανον μὴ προσθέντες τὸ πάντες, οὐ μάχεται τὸ μὴ τεθνάναι Ἐνὼχ καὶ Ἠλίαν. 13 Jo 8, 56 Ζητητέον τίνα λέγει ἡμέραν–τὴν νοητὴν τοῦ κυρίου ἡμέραν. 14 Jo 9, 37 Πεφώτισται “τοὺς ὀφθαλμοὺς τῆς καρδίας” ἐλλαμπόμενος ὑπὸ τοῦ φωτὸς τοῦ ἀληθινοῦ. ὁ ἀπ' ἐναντίας ἔχων τούτῳ τυφλωθεὶς ὑφ' ἧς ἔχει ἀγνοίας δοκεῖ μὴ ἔχειν ἁμαρτίαν τῷ μὴ ἑκουσίως πράττειν ἁδρὰ ἡμαρτηκώς. αὐτὸ δὲ τὸ ἀγνοεῖν κατ' ἄλλον τρόπον ἁμάρτημά ἐστιν· ἐνῆν γὰρ λογικὸν ὄντα ἐπιστήμην ἀγαθοῦ καὶ κακοῦ ἔχειν. ἀμελήσεως οὖν τούτου ὑπὲρ αὐτῆς τῆς ἀγνοίας ἐγκαλεῖται. εἰς τοῦτο λήψῃ τὸ “ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ κυρίου δαρήσεται ὀλίγας”. 15 Jo 10, 9 Θύρα ὁ τοῦ θεοῦ λόγος τυγχάνει τοῖς πρὸς θεὸν εἰσερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει”· πρὸς τούτοις ἔσω ἀνθρώπου τοῦ νοὸς ὄντος, ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως ὁ νεκρῶν “τὰ μέλη τὰ ἐπὶ τῆς γῆς” καὶ “τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι” περιφέρων τῷ ἑαυτοῦ ἐξέρχεται “διὰ τῆς θύρας” φιλοτιμούμενος μηδὲ ἐνδημοῦντι εὐάρεστος αὐτῷ εἶναι. 16 Jo 10,29 ∆ίδωσιν ὁ πατὴρ τῷ υἱῷ τοὺς κατὰ τὸ ἀγαθὸν πεποιωμένους ὡς ἀνυπερβλήτῳ ποιότητι· “πᾶν” γὰρ “ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει”, καὶ “ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός”· ὡς γὰρ ἄγει πρὸς τὸν πατέρα ὁ υἱὸς καὶ παραδίδωσι αὐτῷ τοὺς οἷς ἅπτει ἑαυτὸν εἰς κατανόησιν παρασχὼν κατὰ τὸ ὁ “ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα”, οὕτω δίδωσιν ὁ πατὴρ τῷ υἱῷ τούτους, οἷς γνωρίζει αὐτόν, καθάπερ τὸν Πέτρον· οὐ γὰρ “σὰρξ καὶ αἷμα, ἀλλ' ὁ πατὴρ ἀπεκάλυψεν” τὸν υἱόν. πάντες οἱ οὕτως ἐκ πατρὸς γνόντες τὸν υἱὸν ἐπιτυγχάνουσιν τῶν δοθέντων τῷ υἱῷ δι' ὑπερβάλλουσαν τελειότητα τούτων οὕτως ἐχόντων. πῶς Ἰούδας; εἷς ὢν καὶ αὐτὸς τῶν δοθέντων ὑπὸ τοῦ πατρὸς τῷ υἱῷ κατὰ τὸ οὓς “δέδωκάς μοι” ἐτήρησα καὶ “οὐδεὶς ἀπώλετο ἐξ αὐτῶν εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας” μετέπεσεν ἐκ τοῦ τηλικούτου μεγέθους ὡς “υἱὸς ἀπωλείας” χρηματίσαι· οὐ γὰρ ἔτι 3 χώραν εἶχεν ἐκ κατασκευῆς κακὸν εἶναι τὸν Ἰούδαν ὡς οἴονται οἱ ἑτερόδοξοι τοσαύτης μεταβολῆς περὶ αὐτὸν εὑρισκομένης. 17 Jo 14,28 Τὸ μείζων ἐνταῦθα πῶς ἐξείληφεν; ἆρα ὡς ἐπὶ μεγέθους σωμάτων; ἢ ὡς μείζων ἐν χρόνῳ; ἢ ὡς ἐν ἀρετῇ πλείονι κεκοσμημένος; ἀλλὰ ταῦτα πάντα ἐντὸς ποσότητός ἐστι καὶ τῶν ἐνδεχομένων καὶ μεμετρημένων. οὐδὲν δὲ ἐνδεχόμενον καὶ μεμετρημένον ἐν τῷ θεῷ. οὐκ ἄρα τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ θεοῦ λόγου ἢ ἐπὶ τοῦ πατρὸς εἴρηται· θεὸς γὰρ μετρεῖσθαι ἢ διαγράφεσθαι οὐ πέφυκεν. εἰ δὲ φήσεις μείζονα εἶναι τὸν πατέρα, ὅτιπερ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἐροῦμεν, ὅτι τῶν οὐσιῶν οἱ τρόποι, οὐ τῶν ὑπάρξεων. καὶ μάλιστα ἐπὶ τῶν ἀποίων καὶ ἀσωμάτων οὐκ ἐλαττοῦσι τὴν ἀξίαν τῶν ὁμοουσίων τὸ ἔλαττον ἢ τὸ
About this text
Didymus the Blind, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Joannem — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.