Fragmenta in Psalmos · §u55-rem-close

Unit 55 rem close

Rem CLOSEOUT: Unit 55 CLOSEOUT.

Greek

ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οι ς ἠκολούθησε τὸ ου τως αὐτὸν μετ' εὐεξίας ὑγιαίνειν, ου τως ὁ α γιος ου τος ὑπὸ θεοῦ ζωοποιηθεὶς ἐν οι ς ε σχε παρ' αὐτοῦ δικαιώμασι λέγει παρ' ο λον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰτίαν τὸ ἐν αὐτοῖς τὸν θεὸν αὐτὸν ἐζηκέναι. 1120 Ps 118,96a Εἰ καὶ τῆς ἀρετῆς ε ν τέλος διὰ τὸ ἐπὶ πάσῃ προκοπῇ ἐγγινόμενον, ἀλλ' ου ν γε καὶ ἑκάστης προκοπῆς ἐστι τὸ προσεχὲς πέρας. ὁ ου ν διὰ πάσης προκοπῆς ἀφιγμένος εἰς τὸ τέλος τῆς ἀρετῆς ἐρεῖ Πάσης συντελείας ει δον πέρας, τοῦ ἐπὶ τὸ τέλειον ἀγαθὸν διαβαίνοντος πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου· ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ καὶ ἐκείνης τέλος στοιχεῖον τῆς ἑπομένης· ο θεν ει ρηται τὸ Οτε συντελέσει α νθρωπος, τότε α ρχεται. 1121 Ps 118,96b Οὐδεὶς γὰρ ἐν ἐντολῇ θεοῦ περιπατῶν στενοχωρεῖται, μεγαλόψυχος καὶ μεγαλόνους γινόμενος ἐκ τοῦ περιέπειν αὐτήν. 1122 Ps 118,97 1122 Οὐ παραβολὴν δὲ καὶ ὁμοίωσιν ἐνταῦθα σημαίνει τὸ ̔Ως ἀλλὰ τὸ ἀληθῶς καὶ πρωτοτύπως καὶ οὐ δι' ε τερόν τι ἀγαπητὸν ἡγεῖσθαι τὸν νόμον τοῦ θεοῦ. ∆υνάμεθα δὲ νοεῖν τὸ Ολην τὴν ἡμέραν μελέτη μού ἐστι ἀντὶ τοῦ ̓Εν ο λῳ τῷ τῆς ζωῆς μου χρόνῳ· πολλαχοῦ γὰρ ὁ πᾶς χρόνος τῆς ζωῆς ἀνθρώπων ἡμέρα καλεῖται, ὡς ἐν τῷ Καὶ σὲ ὑπέμεινα ο λην τὴν ἡμέραν, καὶ τὸ Ενεκά σου θανατούμεθα ο λην τὴν ἡμέραν. 1123 Ps 118,98 Οἱ ἐπικείμενοι ἐχθροὶ ἀόρατοι πειρῶνται διὰ πάσης σπουδῆς εἰς τὸ προτιμᾶν ἡδονὴν ἀγαγεῖν με· δι' η ς ἡδονῆς συμβαίνει πρὸς πάντα πόνον δυσχερῶς ε χειν, ὡς καὶ τὴν θείαν ἐντολὴν σὺν ἱδρῶτι κατορθουμένην παραιτεῖσθαι. κρείττων δὲ γίνεται τῆς ἡδονῆς καὶ τῶν πρεσβευόντων αὐτὴν ἐχθρῶν ὁ τὴν θεοῦ ἐντολὴν σοφιζόμενος ὑπ' αὐτοῦ, ω στε εἰς αἰῶνα αὐτὴν ε χειν, προτιμήσας τῆς πρὸς ὀλίγον ου σης καὶ προσκαίρου ἡδονῆς. διὸ τῷ θεῷ εὐχαριστικῶς ὑμνῶν ἐρεῖ ̓Εσόφισάς με τὴν ἐντολήν σου, ἐξ ου καὶ ὑπὲρ τοὺς ἐχθρούς μου γεγένημαι. 1124 Ps 118,101 ̓Εμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τῷ ̓Εκώλυσα τοὺς πόδας μου· ὡς γὰρ ἐπ' αὐτῷ ο ντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν καὶ κωλῦσαι αὐτοὺς τὸ προκείμενον ει πε. τοῦτο συνᾴδει τῷ Εκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ὁ γὰρ ἐκκλίνων ἀπὸ κακοῦ ἐκ πάσης ὁδοῦ πονηρᾶς κωλύει τοὺς πόδας αὐτοῦ, ι να ποιήσας τὸ ἀγαθὸν φυλάξῃ τοὺς τοῦ θεοῦ λόγους. 1125 Ps 118,105 Λύχνος ὁ νόμος ἐστὶ τοῖς πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν νυκτὶ βαδίζουσι, τοῦ ἀληθινοῦ φωτὸς οὐ λύχνου ο ντος ἀλλ' ἡλίου φωτίζοντος ἐκείνοις, οι ς προέκοψεν ἡ νὺξ ἐγγισάσης τῆς ἡμέρας, καθ' η ν ἡμέραν εὐσχημόνως περιπατεῖν ε στιν. 1126 Ps 118,106 Τὸ δὲ στῆσαι ἐνταῦθα τὸ βεβαίως ὁρίσαι δηλοῖ, καὶ τὸ ὀμόσαι οὐ τὸν θεὸν ὀνομάσαι ἀλλὰ τὸ ἀμεταθέτως τοῦτο προθέσθαι καὶ ἀπαράβατον φυλάττειν, τὸ ε ργον τοῦ ο ρκου δυνάμει ποιῶν. 1127 Ps 118,124 Οὐχ ὡς μὴ τυχὼν δὲ τῆς αἰτήσεως πάλιν αὐτὴν προσάγει ἀλλ' ὡς μαθὼν τὰ δικαιώματα τοῦ θεοῦ κατὰ προτέραν ἀξίωσιν· ὡς οι όν τε η ν ε τι ἐπιδιατρίβων αὐτοῖς, μειζόνως η ε γνω θεωρῆσαι αὐτὰ βουλόμενος, δέεται καὶ ἀεὶ τοῦτο ποιεῖ, ε ως ἐπὶ τὸ τέρμα ε λθῃ τῆς νοήσεως αὐτῶν. 1128 Ps 118,125 Οπερ δὲ ει πον ἀρτίως περὶ τῆς μαθήσεως τῶν δικαιωμάτων διαφόρως γινομένων, τοῦτ' ἐρῶ καὶ περὶ τῆς γνώσεως τῶν μαρτυρίων, κατὰ προκοπὴν ἀεὶ ὑπεραναβεβηκυίας γνώσεως αὐτῶν γινομένης τῷ προσδιατρίβοντι τῇ κατανοήσει αὐτῶν. 1129 Ps 118,127 Ταῦτα συνᾴδει τῷ ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου 238 ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου, καὶ τῷ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ α ξιον αὐτῆς ἐστι. διὸ καὶ πρὸς ἑταίρους ει ρηται περὶ αὐτῆς τῷ ̓Ιὼβ Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. ταῦτα δὲ οὐ κατὰ σύγκρισιν ει ρηται ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων αι ρεσιν. 1130 Ps 118,130 ̔Ο ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας πάντας τοὺς ἐν αὐτοῖς λόγους ἐφανέρωσε, τοῦτο μὲν ἐκβάσει πληρῶν τὰς προφητείας, τοῦτο δὲ ἀνακαλύπτων τὸν νόμον ἐπὶ τῷ μηκέτι γράμμα καὶ σκιὰν ἀλλὰ πνευματικὸν αὐτὸν ὁρᾶσθαι. αυ τη τοιγαροῦν ἡ γεναμένη δήλωσις τῶν θείων λόγων συνετὸν τὸν προφήτην ἀποδείξει καὶ φωτίσει τοὺς μετὰ τὸν ̓Ισραὴλ καλουμένους ἀπὸ τῶν ἐθνῶν νηπίους τῷ υ στερον καὶ ὀψέ ποτε τὴν ἐκ πίστεως ἐσχηκέναι γένεσιν. ἀλλ' εἰ καὶ πρὸ τῆς καθόδου τοῦ πληρώσαντος τὸν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.