Fragmenta in Psalmos · §u61-rem-early

Unit 61 rem early

Rem early: Unit 61; lemma and argument toward the thesis.

Greek

ει ρηται. ταῦτα εἰ μὲν κατωρθωμένως ἐπιτελοῖντο ὑμνοῦντα θεὸν ἐρεῖ Κύριε κύριε τίς ο μοιός σοι; εἰ δ' ἁμαρτάνοιεν καὶ διαστρέφοιντο δι' αὐτοῦ τοῦ κατὰ κακίαν ἐνεργεῖν, πᾶσαν συμφωνίαν καὶ ἑνότητα ἀποβάλλουσαι διασκεδάννυνται οὐχ ο που ε τυχεν ἀλλ' ε νθα τὸ χωρίον τῶν νεκρωθεισῶν ψυχῶν. ἀλλ' ου ν εἰ καὶ τοῦτο ἐξ ἀπροσεξίας ὑπῆρκται, ἀλλὰ καὶ δυνατὸν τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς α ραι πρὸς τὸν κύριον τὸν δυνάμενον εἰς ταὐτὸν συναγαγεῖν τὰ διασκορπισθέντα παρὰ τὸν ᾳ δην ἡρμηνευμένα ὀστᾶ ω στε ε καστον ἑκάστῳ, καὶ ὡς ἡ γραφὴ ει πεν ̔Εκάτερον ἑκατέρῳ, ἀποδοῦναι τῇ οἰκείᾳ ἁρμονίᾳ. Ευ δὲ καὶ τὸ πληθυντικῶς ἐπὶ τοῦ διασκορπισμοῦ φάναι (∆ιεσκορπίσθη γὰρ τὰ ὀστᾶ ἡμῶν), ἑνικῶς εἰρημένου τοῦ σωτηριώδους· οὐ γὰρ ει ρηται Οτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, ἀλλ' Οἱ ὀφθαλμοί μου. ὁτὲ γὰρ πρὸς κύριον τὸ νεῦμα ἑνότης τῶν πρὸς αὐτὸν ὁρώντων, ὁτὲ δὲ κακία καὶ τῶν ὀστῶν διασκορπισμὸς πλῆθος, λέγοντες οἱ ταῦτα παθόντες. παραβαλεῖς τούτοις καὶ τὴν πρώτην πρὸς τὸν ̓Αδὰμ θεοῦ ἐντολήν, ἐπὶ μὲν τῆς προστάξεως τὸ ἑνικόν, ἐπὶ δὲ τῆς ἀπαγορεύσεως τὸ πληθυντικὸν ε χουσαν· Καὶ ἐνετείλατο γάρ φησι κύριος ὁ θεὸς τῷ ̓Αδάμ ̓Απὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγετε ἀπ' αὐτοῦ· ῃ δ' α ν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, ει πεν. εἰ δὲ ἐν τῇ δεκαλόγῳ καὶ αἱ προστάξεις καὶ ἀπαγορεύσεις ἑνικῶς ἐξηνέχθησαν, οὐκ ἀθετεῖται τὰ ε ναγχος ῥηθέντα· καὶ ταῦτα γὰρ οἰκείας ἐξηγήσεως κατὰ καιρὸν τεύξεται. 1232 Ps 140,8b.9 Πρὸς σέ, ω κύριε, η ρα τοὺς ὀφθαλμούς μου, ἐλπίσας ἐπὶ σέ· διὸ μὴ ἀντανέλῃς τὴν ψυχήν μου, ὡς τέλεον αὐτὴν ἐκπεσεῖν. εἰ γὰρ καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἑκάστου ἡμῶν παρὰ τὸν ᾳ δην, ἀλλ' ου ν ἐλπίζω ο τι συνάξας ἀποκαταστήσεις αὐτὰ τῇ οἰκείᾳ συμφωνίᾳ καὶ ἁρμονίᾳ· ου γενομένου τῇ σῇ ἀγαθότητι, οὐ μόνον οὐκ ἀναιρεθήσεται ἡ ψυχή μου ἀλλὰ καὶ σωθήσεται, σου φυλάττοντός με ἀφ' η ς συνεστήσαντό μοι παγίδος. οὐκ ἐκ μόνης δὲ ταύτης ἀλλὰ καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν φυλάξεις με. Καὶ τάχα παγὶς μὲν συνισταμένη μοι πρὸς τῶν πονηρῶν ἡ κατὰ ψευδοδοξίαν ἀπάτη ἐστί, τὸ δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν σκάνδαλον ἡ ἠθικὴ κακία, τοῦ ἀβεβαίου σκανδαλιζομένου, ο ταν πλείονας ὁρᾷ ἀνομοῦντας· τούτου μαρτύριον τὸ ∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν φυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἀπόδειξις τοῦ καὶ τὴν συσταθεῖσαν ἀπατηλῶς παγίδα τὴν ψευδώνυμον ει ναι γνῶσιν ἐκ τοῦ ̓Εκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας. 1233 Ps 140,10 Εἰ μὲν περὶ τοῦ διαβόλου λέγοιτο, ἐξήγησις ε σται τοιαύτη· ἀμφίβληστρον ε χει ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν πεπλεγμένον ἐκ τῶν ποικίλων αὐτοῦ νοημάτων πάντων τυγχανόντων δεινῶν πρὸς τὸ ἀπατῆσαι, ῳ περιβάλλων τοὺς ἀνθρώπους δι' ἁμαρτίας εἰς πτῶμα φέρει, ὡς εὐθὺς αὐτοὺς 262 ἁμαρτωλοὺς ἀποδείκνυσθαι, μόνων ἐκφευγόντων αὐτὸ τῶν δυναμένων εἰπεῖν Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ο θεν καὶ πολλοὺς ἀγρεύσας θεοποιῶν τὰ δίκτυα, οι ς πρὸς θήραν τῶν ἠπατημένων ἐχρήσατο θεοῦ ἐπὶ σαγήνῃ καὶ θυμίᾳ τῷ ἀμφιβλήστρῳ ὡς ἐν τῷ προφήτῃ γέγραπται. ̓Αλλ' εἰ καὶ πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί, ἀλλ' ἐγὼ πάντων ἀναχωρήσας τῶν ὑλικῶν κατὰ μόνας εἰμί, ε ως α ν παρέλθω τὸν ἐπίκηρον βίον καὶ τῶν κακῶν τὸ πλῆθος καὶ κολληθῶ τῷ κυρίῳ ἐπὶ τῷ ε ν πνεῦμα πρὸς αὐτὸν γενέσθαι. 1234 Ps 141,5 Οὐδεὶς ἐπιγινώσκεται τὸ σοφὸν τῶν ὑλικῶν καὶ ἠλιθίων, ἐπεὶ περὶ τοῦ σοφοῦ καὶ τῆς σοφίας διάληψιν οὐδὲ τὴν ἀρχὴν ε χουσι, μόνων τῶν σοφῶν ἐπιγινωσκόντων ἑαυτούς τε καὶ τοὺς παραπλησίους. ἐπεὶ ου ν, φησίν, οὐκ η ν ὁ ἐπιγινώσκων με, ἐγὼ κατενόουν εἰς τὰ δεξιὰ οι ς ἐπιβλέπω πρότερον ἐσχηκὼς αὐτῶν κατανόησιν, ι να ε τι σοφωτέρου μου γεγενημένου ε τι μᾶλλον ἡ καρδία μου εἰς δεξιὰν ε λθοι οὐδὲν αἰσθητὸν ε τι ἀλλὰ πάντα νοητὰ θεωροῦσα. καὶ ἐπεὶ πᾶς ὁ ἁμαρτάνων φεύγει θεόν, ὡς παρίσταται ἐκ τοῦ μετὰ παράβασιν λέγεσθαι Καὶ ε φυγον ἀπὸ προσώπου τοῦ θεοῦ ο τε ̓Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ὁ μηκέτι ἁμαρτάνων ἀλλὰ κατορθώσας ἀναμαρτησίαν ἐρεῖ ̓Απώλετο φυγὴ ἀπ' ἐμοῦ, τουτέστιν ἀπώλετο ἀπ' ἐμοῦ κακία εἰς η ν κρύπτονται καὶ χωροῦσιν οἱ φεύγοντες θεόν. διὸ καὶ οὐκ ε στιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, φανερωθεῖσαν θεῷ καὶ παραστᾶσαν ἐνώπιον αὐτοῦ. ζητήσεως δ' ἐπίτασιν δηλοῖ τὸ ̓Εκζητῶν· ζητεῖται καὶ ἐκζητεῖται τὸ ἀπολωλός. ταὐτὸν δὲ τὸ ἀπολωλέναι καὶ πεφευγέναι. καὶ ὁ ἐν κακίᾳ δὲ γεγονὼς ο τε μετανοεῖν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.