Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
πράσσω. πόθεν δὲ καὶ ἐν τῷ τῶν ἀνθρώπων βίῳ 5 ἀρετῶν ὀνόματα εὑρέθη; εἰ δέ εἰσιν ἐνεργοῦντες τὸ καλόν, κἂν ὀλίγοι εἶεν οἱ τοῦτο δρῶντες, ἄρ' οὐχ οἱ πάντες φήσουσιν· οἴδαμεν δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν· ὃ γὰρ ἠθέλησαν ἀγαθόν, τοῦτο πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες ἐν σαρκὶ ὑπάρχοντες τοῦτο ἐνεργοῦσιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν ἐν σαρκί εἰσίν, ἄρ' οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται τὸ κακόν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακοεργεῖν οὐ καλὸν παράκειται, προνοήσαντες δὲ καὶ προθελήσαντες ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται, ἄρ' οὐ φύσει καὶ οὐσίᾳ τὰ σώματα ἡμῶν ἐστι φαῦλα· τῶν γὰρ πρακτέων ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις, ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἃς βούλεται πράξεις. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἀπελογήσατο διὰ τούτου τοῦ λογίου, ὅτι περ οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ· οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα οἰκεῖ ἐν ἡμῖν, ἀλλ' ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω· Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ, τὸν αὐτὸν οἶμαι τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκοῦν οὐχ ἡμεῖς ἐσμεν καθὸ σάρκα ἔχομεν πονηροί, ἀλλ' ἡ οἰκοῦσα ἐν ἡμῖν ἁμαρτία, ἄλλη τις οὖσα παρὰ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου· καὶ γὰρ ἐν ψυχῇ μάλιστα λέγεται ἐπιχωριάζειν ὁ διάβολος κατὰ τὸ εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα, καὶ κατὰ τὸ Ἀνανία, ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου; εὖ δὲ καὶ τὸ εἰπεῖν οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ἔργου γὰρ καὶ κατέργου πολὺ τὸ μέσον, διότι τοῦ ἔργου προηγεῖται τὸ κάτεργον ὡς φέρε εἰπεῖν οἰκίας ἢ νηός· τὸ δὲ κάτεργον, τοῦτ' ἔστι τῆς ὕλης ἡ προπαρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τοῦτ' ἔστιν ὁ σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας, τὴν κατασκευήν, τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ τῆς κακίας καθάπερ τοῖς σπείρουσιν ἡ τῆς θήλεος μήτρα πρὸς τὸ 3 τελεσφορηθῆναι τὸ σπαρέν. καὶ ἐπειδήπερ ἐκ τῆς καρδίας ἐκπορεύονται λογισμοὶ πονηροί, ἐκ τῆς γενομένης τοῦ διαβόλου συλλήψεως, κέκραγε τὸ θεῖον λόγιον· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὥσπερ τοίνυν ταῖς φιλαρέτοις ψυχαῖς τὸ ἅγιον πνεῦμα συγκοπιᾶν λέγεται κατὰ τὸ περισσότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί, οὕτω δὴ ἐπὰν ῥᾴθυμος ψυχὴ ταῖς 6 τοῦ διαβόλου προτροπαῖς πεισθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν τὸν διάβολον· αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προκατειργάσατο ἐν αὐτῇ. ὅτου χάριν εἴρηται οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 4
About this text
Didymus the Blind, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ad Romanos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.