Fragmenta in epistulam ad Romanos · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἀγαθή. Ἐπεὶ οὖν οὐδ' αὐτὴ ἡ ἁμαρτία, τοῦτ' ἔστιν ὁ διάβολος, φύσει καὶ οὐσίᾳ ἁμαρτία ἐστίν, ἐπιφέρει λέγων· ἵνα γένηται καθ' ὑπερ 4 βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. τὸ γὰρ κατ' οὐσίαν τὶ ὂν τὸ πλέον καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται· ἔστιν γὰρ ὅπερ ἐστίν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστὶν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ καὶ ἐπιγινομένῳ τι, εἴτε ὀλίγον εἴτε καθ' ὑπερβολήν, ἕτερός ἐστι κατ' οὐσίαν τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ πόσον οὐκ οὐσία ἀλλὰ περὶ τὴν οὐσίαν ἐστίν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλουμένη ὑπὸ τοῦ ἀποστόλου ἁμαρτία τὸ πλέον ἐπιδεχομένη ἁμαρτήσειν, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. ἄρα καὶ τοῦ εἶναι ἁμαρτία, ᾗ ἁμαρτία ἐστίν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα καθ' ὑπερβολὴν ἐν ἀρχῇ κατὰ τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία. διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ γενέσθαι καθ' ὑπερβολὴν ἁμαρτωλὸν ἐσομένῳ χρόνῳ σημαίνει οὕτω λέγων· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἰ δὲ λέγοιεν· καὶ πῶς ἂν εἴη ἀγαθὴ καὶ δικαία; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε διὰ τῆς ἀφορμῆς αὐτῶν 2 ἁμαρτωλὸς καθ' ὑπερβολὴν ἐγένετο ἁμαρτωλὸς ἡ ἁμαρτία; πρὸς ταῦτα ἀκουέτωσαν ὅτι οὐκ, εἴ τι καταβλάπτεται, ἤδη καὶ ἡ ἀφορμὴ δι' ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά· οὐδὲ γὰρ ὅτι οἱ ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη καὶ τὸν ἥλιόν φαμεν πονηρόν· οὐδ' ὅτι καθ' ὑπερβολὴν ὁ διάβολος ἁμαρτωλὸς γέγονε τῷ ἐπικεχειρηκέναι κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ἤδη καὶ τὸν υἱὸν τοῦ θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν. Οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. νῦν εἰς τὸ τοῦ Ἀδὰμ πρόσωπον ἐξηγεῖται. καὶ ὅτι στερηθεὶς τὸν θεὸν ἔχειν ἐν ἑαυτῷ, ἀντὶ τῆς ὄντως ζωῆς θάνατον καταλλαξάμενος–καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς κατὰ τῆς ψυχῆς αὐτοῦ εἰσβαλών· μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυτοῦ βασιλείας ἔχων τὴν παρακοήν. ἀλλ' οὐκ ἄναρχος ἢ ἀγέννητος ἡ τοῦ θανάτου βασιλεία· ἐκ γὰρ τῶν ζώντων τὸ τεθνάναι συμβαίνει, καὶ ἐκ τῆς τῶν ὑπηκόων ὑπακοῆς τὸ παρακοῦσαί τινα. τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· ὃ γὰρ θέλω ἀγαθὸν τοῦτο οὐ ποιῶ, ἀλλ' ὃ μισῶ τοῦτο πράσσω. εἰ τὸ θέλειν μόνον ἐν ἡμῖν ἔστιν, τὸ δὲ κατεργάζεσθαι τὸ θεληθὲν καλὸν οὐκ ἔστιν ἐν ἡμῖν, εἰς μάτην ὁ ἀγαθὸς θεὸς τὰς ὁμοουσίας ἑαυτοῦ ψυχὰς ἐν τοῖς σώμασι κατέπεμψεν· τὸ γὰρ αὐτῷ καὶ αὐταῖς φίλον οὐ πράττουσιν, οὐκ ἐνεργοῦσιν, ἀλλὰ μόνον θέλουσιν· τάχα δὲ οὐδ' αὐτό, ἄδηλον γάρ. εἰ δὲ τοῦτο ἀληθές ἐστιν, κατὰ τοὺς ἀσεβεῖς ἐρῶ· ἄρα οὐκ ἦν οὐδ' ἔσται ἐν βίῳ τὸ καλόν, οὔτε τίς ποτ' αὐτὸ ἐνήργησεν, εἴγε κατ' ἀναίρεσιν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐπὶ παντὸς ἀνθρώπου ἐκλαμβάνωσιν, ὅτι ὃ θέλω ἀγαθόν, τοῦτο οὐ ποιῶ, ἀλλ' ὃ μισῶ τοῦτο

About this text

Didymus the Blind, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ad Romanos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.