Fragmenta in epistulam ad Romanos · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

ἐξαφανίσαντος, καὶ τῷ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆς ἐπισυμβάντα ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμον τὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς 1 τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεως ἐξαγοράσῃ. διὰ τοῦτο ἔφη πᾶς λελυτρωμένος· χάρις δὲ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ὅτι δὲ ταῦθ' οὕτω καλῶς τεθεώρηται, ἐπιφέρει λέγων ὁ θεῖος ἀπόστολος· οὐδὲν ἄρα κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ τὰ τούτων ἑξῆς. 3 Πειράσω δὴ διὰ βραχέων καὶ εἰς αὐτὰ τὰ ῥήματα τὰ κατὰ προσωποποιΐαν εἰρημένα παρατρεχόντως εἰπεῖν, ἀρξάμενος ἀπὸ τοῦ ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησεν με καὶ δι' αὐτῆς ἀπέκτεινεν. Τὸ ἁμαρτίας ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τρόπον καὶ βίον τοῦ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος· ὥσπερ γὰρ γενικώτατόν ἐστιν ὄνομα ἡ ἁμαρτία, κατὰ πολλῶν καὶ διαφόρων πραγμάτων κατηγορουμένη. πᾶν δὲ ἁμάρτημα οὔτε λόγῳ οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον ἐγίνετο ὀρθόν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ δὲ ὁ θεῖος ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ' ἁμαρτίας γενικωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον, δυναμένης σοφίσασθαι, ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ κατασκευὴν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ' ἢ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον. ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ ἀπόστολος ἀπεφήνατο· μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. ὡς γὰρ τοὺς ἀνθρώπους ἀφ' ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ. Ἐπειδὴ τοίνυν διὰ τῆς δοθείσης τῷ Ἀδὰμ ἐντολῆς τὸν ἄνθρωπον ἠπάτησεν, καὶ δι' αὐτῆς τὸν Ἀδάμ, ἀφορμὰς πορισάμενος διὰ τῆς ἐντολῆς. ἔστι δὲ αὕτη· τί ὅτι, φησίν, εἶπεν ὁ θεός· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ οὐ φάγεσθε βρώσει; καὶ ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. σοφίζεται δὲ αὐτοὺς μείζονι ἐπαγγελίᾳ κατακρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα τοὺς τῆς ἐντολῆς φύλακας τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ αὐτοὺς πτώματι καταστρέψῃ· τὸν γὰρ ἄνθρωπον ἐξοιστρήσας ἴσα θεῷ ἐθέλειν γενέσθαι, τῆς κατ' ἀπάτην ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παρασχεθείσης ἐντολῆς. ὅτου χάριν ὁ Παῦλος ἔφη· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με. ἵνα δὲ μὴ τὴν ἐντολὴν ἢ τὸν ταύτην δεδωκότα θεὸν αἰτιάσωνταί τινες, γείτονι καὶ ὁμοσπόρῳ ἐχρήσατο ῥήματι τοιάδε φάσκων· οἴδαμεν δὲ ὅτι ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ

About this text

Didymus the Blind, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ad Romanos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.