Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
γὰρ εἶνα̣ι´̣ τι ἀπόλλυσιν ἕως τῇ κακῇ φυτείᾳ ἐνέχεται. ι, 10. Κ̣α̣ι`̣ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Τ̣ο`̣ γυμνωθη῀̣ναι τ̣ῶν ἐπικειμένων τὴν ξηράν, ἵνα γῆ 31 γένηται, καλὸν εἶδεν ὁ Θεός· ὡς πρὸς τὸ ῥητὸν πάλιν τοῦ[το δῆλον. Ἡ γῆ οὖ]ν κεκρυμμένη ὑπὸ τῶν ὑδάτων οὐκ ἦν ξηρά κα[ὶ οἷόν τε ἦν οὔ]τε ζῷα τρέφειν οὐδὲ καρποὺς φέρειν. Καιὸν ο[ὖν μετὰ τὴν κατά]στασιν κόσμου καὶ τὰ ζῷα εἶναι, ἐξ ὧν αἱ διαδ[οχαί, πρὸς τού]τοις καλὸν τὸ εἶναι φυτὰ καὶ δένδρα καὶ καρποὺς ἐ[δωδίμους, ὧν] μετελάμβανον τὰ ζῷα. Ἐπεὶ οὖν, ὡς καὶ πρότερ[ον εἴρηται, τ]η`̣ν ἀναλογίαν ἰδὼν ὁ Θεὸς ἀπεδέξατο καὶ ἐπῄ[νεσεν, διὰ τοῦτο] εἴρηται· "6Εἶδεν ὁ Θεὸς ὅτι καλόν"6, τοῦ εἶδεν οὕτ[ω νοουμένου ὡς] ἐντοῖς προλαβοῦσιν ἑρμη- νεύεται, ὅτι οὐχ ὁ[··· ··· ··· ···]ιν. Ὡς τὰ τεχνητὰ οἱ τεχνῖται καὶ πολλῷ μᾶ[λλ]ον [··· ··· ····]ριτω ὑπερ- <β>ολῇ ὁ Θεὸς ὁρᾷ, οὐκ αἰσθήσει. ι 11. Καὶ εἶπεν [ὁ] Θεός· [Βλαστησ]άτω ἡ γῆ βοτάνην χόρτου. ∆ιασταλεῖσα ἡ ὑπ̣[ο]κε̣ι̣μ[ένη γῆ τ]ῇ ὑγρᾷ οὐσίᾳ ὠνομάσθη ξηρά, ἐπικληθεῖσα δε`̣ γῆ. κ̣[αὶ δύναμιν] ἔχει πρὸς τὸ καρποφορεῖν. Παρατηρητέον δ̣ὲ ὅτ̣ι δι[' ὅλης τῆς κ]οσμοποιΐας τὸ εἶπεν ὁ Θεὸς πρόκειται καὶ ἐπο̣ι´̣η̣σ̣ε̣[ν ὁ Θεός, δη]λοῦν τὸ δημιουργικόν· μάλιστα γὰρ διὰ ταύτης τῆς πρ̣οσ[ηγο- ρ]ι´̣α[ς τὸ] δημιουργικὸν δηλοῦται, ἡ δὲ Κύριος ὀνομασία ἄρχο̣ντος κ[αὶ β]ασί[λε]ως ἐμφαίνει σημασίαν. Καὶ "6ἐν ἀρχῇ"6 οὖν "6ἐποίησεν ὁ Θεὸς"6 εἴρηται, οὐχ ὁ Βασιλεὺς ἢ Κύριος, οὐχ ὅτι ἕτερός ἐστιν, ἀλλ' ὅτι ἐμφατικώτερον τὸ δημιουργὸν παρίστησιν τὸ Θεὸς ὄνομα. Ὅτε οὖν ἐντολὴ δίδοται τῷ Ἀδάμ, λέγεται· "6Ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ"6, καὶ εἰκότως· κυρίου γὰρ καὶ βασιλέως ἐστὶν τὸ νόμους καὶ ἐντολὰς διδόναι. ι, 11. Καὶ εἶπεν οὖν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Τῶν γὰρ ἐκ τῆς γῆς φυομένων τὰ μέν ἐστιν δένδρα, τὰ δὲ λαχανώδη φυτά. Καὶ τὰ μὲν δένδρα κ̣α̣λ̣εῖν βουλόμενος Μωσῆς ἐν ∆ευτερονομίῳ τὰ οἰστικὰ ἀκροδρύων φησὶν ἁπ̣λ̣ω῀̣ς̣ δένδρα τὰ ξύλινα, ξύλινα λέγων τὴν ἄμπελον, τὴν συκῆν, τὴν ε᾿̣λ̣α̣ι´̣α̣ν̣, δῆλον δὲ ὡς κ[α]ὶ ὅσα βότανα τοῖς πολλοῖς 32 ἀνθρώπο̣ις οὐ πάνυ ··· ··· ····[··· ··· ··· ··· ···] ··· ··το̣ι῀̣ς περὶ τὰς τῶν σωμάτων ἰατρείας ἔχου[σιν··· ··· ··· ···] ····αν, καθὸ καὶ Σολομὼν δεικνὺς τὸ τούτων [ὠφέλιμον ἀπὸ Θεοῦ] τη`̣ν̣ εἴδησιν αὐτῶν εἰληφ[έ]ναι φησὶ λέγων· "6[Αὐτὸς γάρ μοι ἔδω]κ̣ε̣ν̣ τ̣ω῀̣ν̣ ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστα[σιν κόσμου καὶ ἐ]ν̣έργ̣ε̣ι̣α̣ν σ̣τοιχείων"6 καὶ μετ' ὀλίγα "6διαφορὰς φυ[τῶν καὶ δυνάμεις] ῥιζ̣ῶν"6 κα̣ὶ τὰ παραπλήσια, οὐκέτι ξυλίνων λέ[··· ··· ··· ··· ···]ρ····, ε᾿̣νταῦθα δὲ βοτάνην χόρτου λέγει πάν[τα τὰ λαχανώδη, ἅπερ καὶ] χόρτ̣ος ἀγροῦ λέγεται, καθὰ καὶ ἐν τῷ εὐαγγε[λίῳ ··· ··· ··· ··· ····] [··· ··· ··· ··· ···] ··· ·· καθόλου φυτόν, δηλοῖ δὲ διὰ τοῦ καθ' ὁμοι[ότητα τὸ εἶδος. Ὅ]τι δ̣ε`̣ κ̣αὶ ἡ γραφὴ οἶδεν τὸ σημαινόμενον τοῦ [εἴδους, φ]ησι´̣ν̣· "6Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε"6, [τὸ εἶ]δος κυ̣ρ̣ι´̣ω̣ς̣ λέγων, πολλάκις δὲ καὶ ἀντὶ μορφῆς λέ[γει· "6Κα]ι`̣ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος"6, καί· "6[∆ιὰ πίστεως γὰρ] περιπατοῦμεν, οὐ διὰ εἴδους"6, σημαίνων [ὅτι ὁ μὴ δι]α`̣ μ̣ορφη῀̣ς γ[ιγ]νώσκων διὰ πίστεως περιπατεῖ, ὁ δὲ γε[···]·[···]ς διὰ εἴδ̣ο̣υ̣ς̣. Εἰπὼν οὖν περὶ τῶν χαμαιζήλων φυ[τῶ]ν̣ "6σ[πε]ι῀̣ρο̣ν̣ σ̣πε´̣ρ̣μ̣α̣ κατὰ γένος"6, ἐπάγει περὶ τῶν δένδρων τ̣ο`̣ "6ξύλ[ον 11 κ[α´̣ρ̣π̣ιμ̣ον ποιοῦν καρπόν"6· παντὸς γὰρ φυτοῦ ἐν αὐτῷ ἡ τ̣ο̣υ῀̣ σπέρματ̣ο̣ς̣ φύσις, ὡς τὰ μὲν αὐτῶν εἶναι ἐδώδιμα, τὰ ···α ἢ εἰς ἑτ̣έρα̣ς χρείας λυσιτελοῦντα, τὰς μὲν καὶ ἀνθρώποις γ̣ν̣ω̣σ̣τ̣άς, τὰ<ς> δ̣ὲ μόνῳ Θεῷ. Ταῦτα μὲν πρὸς τὸ ῥητόν, τὰ δὲ τῆς α᾿̣λ̣λ̣η̣γορίας τοῦτον ἔχειν τρόπον ἡγοῦμαι. ∆ημιουργήσας ὁ Θ̣ε̣ο`̣ς̣ τὸν ἄνθρωπον̣ εὐ´̣θη ἐπὶ τῷ τὰς ἀρετὰς καρποφορεῖν καὶ τὴν γνῶσ̣ι̣ν̣ τῆς ἀληθείας περὶ πολλοῦ ποιεῖσθαι ἐνῆκεν αὐτῷ ἐννοίας ἀγ̣α̣θ̣α´̣ς, ἐξηνέχ̣θ̣η δὲ ἡ κατὰ τὴν ἀναγωγὴν γῆ ἀπὸ τῆς ἰδίας γνώμης ···· ἀκάν<θας> σπειρ̣ήσαντος τοῦ ἀνθρώπου ἐκ παραβάσεως. Ὅσοι γοῦν θείαν δ̣ι̣δ̣α̣σκαλίαν παραδεξάμενοι οὐ πρόσεσχον τῇ σπορᾷ τοῦ λόγου ἀκούουσιν· 33 "6Σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε."6 Μ̣ὴ γα`̣ρ̣ διὰ τοῦτο ἐσπάρη ἵνα ἄκανθαι θερισθῶσιν α··· ····[····]· τοῦτο μὴ καλῶς αὐτοὺς γεγ̣εωργηκέναι μηδὲ ····υ̣κ̣[····] ··· ··· ··θῆναι τῆς εὐλογίας ἧς ηὐλόγησεν ᾿Ι̣ακ̣ω`̣β̣ τ[ὸν υἱὸ]ν̣ λέγων·
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.