In Genesim · §u07-rem-early

Unit 7 rem early

Rem early: Unit 7; lemma and argument toward the thesis.

Greek

μακαρίζεσθαι, λέγοντος τοῦ ψαλμοῦ· "6Μακάριος εἶ καὶ καλῶς σοι ἔσται, ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου, οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον"6, ὅπερ κατὰ τὴν ἱστορίαν οὐκ ἔχει τὸ ἀναντίρρητον, πολλῶν φοβουμένων τὸν Θεὸν ἀτέκνων διατελεσάντων ἢ μέχρι γήρως κατὰ τὸν Ἀβραὰμ καὶ τὸν πατέρα τοῦ Ἰωάννου Ζαχαρίαν διαμεινάντων. Ὃ λέγει τοίνυν τοιοῦτόν ἐστιν· ἡ γνώμη καὶ ἡ πίστις ἣν παρείληφεν ὁ μακαριζόμενος γυνή ἐστιν συνοικοῦσα αὐτῷ, ἔργα καὶ λόγους καὶ νοήματα θεῖ[α γ]εννῆσαι δυναμένη· εἴρηται γάρ· "6Ἡ σοφία τίκτει ἀνδρὶ φρόνη[σι]ν"6, καὶ ὁ σοφός φησιν περὶ αὐτῆς· "6Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6, τῆς σοφίας δηλονότι, καὶ "6ἤγαγον αὐτὴν πρὸς συμβ[ίωσι]ν ἐμαυτῷ."6 Ὁ φοβούμενος οὖν τὸν Κύριον ταύτην ἔχει σύνοικον τὴν σοφίαν, τὴν πίστιν, τὴν ἀρετήν, ἀφ' ἧς οὐδὲν θῆλυ γεννᾷ ἀλλὰ πάντα ἄρρενα· οὐ γεννᾷ γὰρ πρᾶξιν καταγιγνωσκομένην ἢ νόημα σαθρὸν ἢ ἐλεγχόμ[ε]νον ἀλλὰ πάντα εὔτονα καὶ ἰσχυρά· "6Οἱ υἱοί σου"6 γάρ φησιν "6ὡς νεόφυτα ἐλαιῶν"6, ἅπερ φέρει ἔλαιον τρεπτικὸν φωτὸς καὶ λυτήριον πόνων. Ὁ γὰρ πνευματικὸς ἀεὶ προκόπτων πρᾶξιν ἔχει ἐλαίου δίκην, ἐπιχεομένην τῷ ἑαυτοῦ φωτί, ὃ καὶ εἰς ἀνδρείαν καὶ ἀγῶνας τοὺς κατὰ τῆς ἀντικειμένης ἐνεργείας συντελεῖ. "6Ἄρσεν"6 οὖν "6καὶ θῆλυ"6 κατὰ τὴν εἰρημέν̣η̣ν διάνοιαν ἐκλαμβάνοντες, τ̣ὸν μὲν διδάσκοντα ἄρρενα, τὸν δὲ πρὸς διδασκάλου ἢ τοῦ Λόγου [τοῦ Θεοῦ] δεχόμενον τὰς γονὰς καὶ μορφοῦντα αὐτὰς καὶ τελεσιου[ρ]γοῦντα θῆλυ, τὰς θείας ἀρετὰς ἀπογεννῶντα, ἐξ ὧν καὶ εἰς ἄνδρα τέλειον ἀχθήσεται. ι, 28–31. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· Αὐξάνεσθ[ε καὶ] πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν καὶ κατα- 65 κυριεύσατε α[ὐτῆ]ς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ [τ]ῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρ[το]ν σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τ[ῆ]ς γῆς, κ[α]ὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπό[ριμον] ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ τῷ [ἕρπον]τι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὑτῷ ψυχὴν ζωῆς, καὶ πάντα χ[όρτον] χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Καὶ εἶδεν ὁ [Θεὸς τὰ] πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένε[το ἑσπ]έρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Τὸ "6καὶ ἐ[ποί]η̣σεν αὐτοὺς"6 π̣[ερὶ ἀν]δρὸς καὶ γυναικὸς εἰρημένον οὐ ξενισ[τ]έον εἰ ἀρσεν̣[ικῷ χα]ρακτῆρι ἐξενήνεκται· ἔδει γὰρ ἀπὸ τοῦ ἐν̣τιμοτέρου τ̣[ὴν ὀν]ομα- σίαν ἀμφοτέρων ποιήσασθαι. Οὐδέποτε γάρ τι[ς περὶ] ἀρρένων καὶ θηλειῶν διαλεγόμενος προέκρινεν ἀπὸ [τῶν] θηλειῶν πο[ι]ήσασθαι τὴν σημασίαν. "6Ε̣υ᾿̣λ̣ο´̣γησεν αὐ[τοὺς]"6 ω῾̣ς συμπληρῶντας τὴν συμβίωσιν καὶ τῆς διαδ[οχῆς ἀ]ρχ̣ομένους. Τοῦτο γὰρ καὶ ἐπήγαγεν λέγων· "6Αὐξά[νεσθ]ε καὶ πληθύνεσθε"6, τὴν τέκνωσιν δηλῶν καὶ τὴν ε[ἰς τοῦ]το 26 ἐπιτηδειότητα ἀκώλυτον̣ εἶναι καὶ ἀπαραπόδισ[τον, κ]αθ' ἣν γονεῖς ἔμελλον ἔσεσθαι τῶν ἐξ α[ὐ]τῶν, οἳ κα[τὰ τ]ὸ θεῖον πρόσταγμα πληροῦν ἔμελλο[ν] τὴν γῆν. Ε[ἴρητ]αι γάρ· "6Καὶ πληρώσατε τὴν γῆν"6, ὅπερ φρο[νι]μώτερον [νοεῖν] δ̣εῖ· εἰ δὲ μή γε, μάχεται τῷ ἐνταῦθα λεγομένῳ τ[ὸ ··· παρ]οιμίας φερόμενον· "6Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτου[ς."6 Καὶ γ]άρ εἰσιν ἀοίκητοι χῶραι καὶ τόποι. 66 Τὸ "6πληρώσατε τὴν γῆν"6 τὴν πρὸς οἴκ̣[η]σ̣ιν εἰλημμένην ἀκου̣στε´̣ον κατὰ τὸ προσυπακούειν τῷ "6πληρ̣ω´̣σατε τὴν γῆν"6 τὴν ε̣ἰς τοῦτο ἔχουσαν ἐπιτηδείως̣. "6Καὶ κα[τ]ακυριεύσατε αὐτῆς"6, ὅπερ τὴν ἐπιτεταμένην ἐξουσίαν [σ]ημ[αί]νει. Οὐ γὰρ μέρους ἐξουσιάζων κατα- κυριεύειν λέγεται. Τ[οῦτο] δ̣ὲ τῷ ἀνθρώπῳ Θεὸς δεδώρηται, ὡς παρεστήσαμεν, ἵνα γεω[ργήσι]μον καὶ τὸ μεταλλεύσιμον ὁ ἐν διαφόροις καὶ πολλαῖς ὕλαις [·····]υς ὑπ' αὐτὸν ὑπάρχῃ. Καὶ γὰρ χαλκὸν καὶ σίδηρον καὶ ἄργ[υρον κα]ὶ χρυσὸν καὶ πολλὰ ἄλλα ἐκ γῆς ἄνθρωπος δέχεται, ἥτις α[ὐ]τῷ [καὶ ε]ι᾿̣ς τροφὴν ἀνεῖται καὶ σκέπην. Καὶ ἐπὶ τοσοῦτον τὴν δεσπ[οτείαν] τῆς γῆς ἐδέξατο ἄνθρωπος ὡς καὶ μετατρέπειν αὐτὴν διὰ [τέχνης], ὅταν εἰς ὕελον καὶ ὄστρακον μετάγηται καὶ τὰ ὅμοια. Τ[οῦτ' αὐτ]ὸ γὰρ δηλοῖ τὸ καὶ πάσης τῆς γῆς ἄρχειν τὸν ἄνθρωπον. Ἐπάγε̣[ται δὲ τ]ὸ "6ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετε[ινῶν το]ῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν"6. Καὶ γάρ, ὡς ἤδη καὶ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.