Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
γέγονεν ἔν τινι τῶν ἓξ ἡμερῶ[ν· ἄ]γγελοι καὶ ἀρχάγγελοι [καὶ] πᾶσα ἡ νοερὰ οὐσία οὔτε ἀρχὴν ἐδέξατο. Καὶ ὅτι τοῦτο οὕτ[ως] ἔχει, ὁ Θεὸς αὐτὸς ἐν τῷ Ἰὼβ λέγει· "6Ὅτε ἐγενήθησαν ἄστρα, ᾔ[νε]σάν με φωνῇ μεγάλῃ πάντες οἱ ἄγ[γ]ελοί μου. 81 "6λοιπὸν γεγενημένης. ∆ιὰ τοῦτο τὸ λόγιον προασφαλί- ζεται λέγον· "6Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς."6 Αὕτη γὰρ ἡ πρόφασις αἰτία πολλῶν γίνεται κακῶν, ἔτι μείζονα ὑποβαλ[ό]ντος τοῦ διαβόλου, ὅπερ καὶ νῦ[ν] ἐνεργεῖ φθονερὸν εἰσάγω[ν] τὸν Θεόν, ὡς οὐχ ἕνεκα τοῦ μὴ βλ[αφθ]ῆναι ἐντειλαμένου τοῦ [Θεοῦ] μὴ μεταλαμβάνειν μόνου το[ῦ] γνωστοῦ καλοῦ καὶ πονηρ[οῦ], ἀλλὰ καὶ πρὸς τὸ μὴ γενέσθαι αὐτ[οὺ]ς θεούς, ὡς δὴ διορατικῶν α[ὐτ]ῶν μελλόντων γενέσθαι. Ἀμέλει γοῦν ἐκ ταύτης τῆς παρεκ[δο]χῆς ὅλη αἵρεσις συνέστη ἡ καλουμέν̣η ὀφιανή, ἥτις σεμνύνε[ι τὸ]ν ὄφιν μεγάλα περὶ αὐτοῦ, ὡς οἴεται, λέγουσα· ἐν̣ οἷς φησ[ιν, αὐ]τοῦ Θεοῦ θέλοντος ὡς ἐν κακοπραγίᾳ εἶναι τὸν ἄνθρωπον, κακοπ[ραγία]ν λέγοντες εἶναι τὸ μὴ γιγνώσκει[ν] καλὸν καὶ πονηρόν, οὕτω[ς δὲ το]ῦτο λέγουσι πανούργως· αὐτός, φησίν, ἐποίησεν ἐν καλοῖς [τὸν ἄ]νθρωπον· καὶ ἄλλα δὲ μυθολογοῦσι περὶ τοῦ ὄφεως κακολογοῦντ[ε]ς ὃν ἀνέπλασαν ἑαυτοῖς θεόν. Ὁμῶς ὄφις δὲ καλῶς π̣οιεῖται τὴ[ν] ἀπάτην, τὴν ἐντρέχειαν μόνον ἀναπείθων αὐτοὺς ἔχειν οὐκ ἐπ' ἀγαθῷ, οὐδ' ὥσπερ ὁ ἀπόστολος 31 ἔλεγεν· "6Βούλομαι ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραί[ο]υς εἰς τὸ κακόν."6 Ὁ δὲ ὄφις θέλων αὐτοὺς εἶναι σοφοὺς εἰς τὸ κακὸν τοὺς ἐπὶ τοῦτο ὀφθαλμοὺς ῥέποντας ἀνοῖξαι ἠβούλετο, οἵτινες τῆς ἀρετῆς ἐνεργουμένης οὐ διανοίγονται ἀλλὰ κεκλεισ[μ]ένοι τυγχάνουσιν τύφλωσιν ὠφέλιμον ὑπομέ- νοντες, ἥντινα [ἐ]νεργεῖν φησιν <Ἰησοῦς> ἐν τῷ εὐαγγελίῳ λέγων. "6Ἐγὼ ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται."6 Ἰησοῦς δὲ καθ' ἱσ[τ]ορίαν οὐδένα τυφλὸν πεποίηκεν, ἀλλὰ τυφλοῖς τὸ βλέπειν δεδώρηται. ∆ῆλον οὖν ὅτι ἐκείνους τυφλοῖ τοὺς κακῶς ὁρῶντας καὶ ἀν̣αβλέπειν ποιεῖ τοῖς ὠφελίμοις ὀφθαλμοῖς, οἵτινες τοῦ ἔσω ἀνθρώπου τυγχάνοντες, σῴζοντες τὸ καθαρῶς ὁρᾶν οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς, πρὶν γν[ό]ντες καὶ τῇ αἰσθήσει λόγον ἐπιβάλλοντες, κρύπτουσιν αὐτὴν κατὰ τὸ 82 εἰρημένον· "6Σοφοὶ κρύψουσιν αἴσθη[σιν]."6 Καὶ ἵνα διὰ παραδείγματος σαφὲς γένηται τὸ λεγό[με]νον, καὶ αἴσθησις ἡ ἁφὴ ἀντιλημπτική [ἐ]στιν θερμῶν καὶ ψυχρῶν, [σκ]ληρῶν καὶ ἁπαλῶν, τραχέων καὶ λείων, καὶ ἀλόγῳ δὲ καὶ παιδίῳ ταῦτ̣α̣ κατὰ τὴν ἁφὴν δῆλα τυγχάνει· ὅταν δὲ φέρε ὁ ἰατρὸς ἅπτηται ἰπω´̣[σ]εως, κρύπτει τὴν αἴσθησιν, λόγον τῇ κινήσει τῶν σφυγμῶν ἐπιβα´̣λ̣[λων]. Οὕτω καὶ τὰς εἰκόνας οἱ μὲν ἰδιῶται αἰσθήσει μόνῃ, οἱ δὲ γρα[φεῖς] τῷ ὀφθαλμοὺς λόγῳ θεωροῦσιν. Εἶχεν οὖν ὁ ἄνθρωπο[ς π]ρὸ παραβάσεως πρ[οσ]βλ[έ]ποντας τὰ πράγματα, τοῦτ' ἔστι [νόη]σιν ἐπιστημονικῶς ἐπιβά[λλου]σαν τοῖς πράγμασιν, ὡς δεῖ. Ἕως οὖ[ν τ]ούτους εἶχε τοὺς ὀφθαλμοὺς π[ροσ]βάλλοντας τοῖς καταλλήλοις θεά[μα]σιν, οὐκ ἐγίγνωσκεν τὸ κακόν, ἀντὶ τοῦ πειρᾶν αὐτοῦ οὐκ ἐδέχετο· [ὅτ]ε δὲ οὗτοι ἔβυσαν, ἠνοίχθησαν δὲ οἱ ἐπὶ τὸ κακὸν ῥέπ[ο]ν̣[τ]ες, τότε [κ]αὶ [ἐ]ξώβλητοι γεγένηνται. Τούτω̣ν ὁ διάβολος ἔχων τὸ θέλημα σ[οφίζε]ται τὴν γυναῖκα, φθόνον εἰσά[γε]ι Θεοῦ ἐννοεῖν αὐτήν, ἐπαγγέλ[λεται] δὲ μεγάλα, ἵνα καὶ διὰ τούτω̣[ν] δελεάσῃ λέγ̣ω̣ν· "6Ἔσεσθε ὡς θεο[ὺς γιγν]ώσκοντες καλὸν καὶ πον[η]ρόν"6, πρὸς τῷ καὶ ἔννοιαν ὑποβάλλ[ει]ν πλειόνων θεω῀̣ν, μήπω σ̣υσπ̣[·]·σ̣ ουσης τῆς δι' ἀγαλμάτων ε[ἰδ]ωλολατρείας, αἰνιττόμενος̣ τοὺς συνα- ποστάντας ἀγγέλους αὐτῷ. ιιι, 6–7. Καὶ εἶδεν ὅτι καλὸν τὸ ξύλο[ν] εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστιν τοῖς ὀφθαλμοῖς καὶ ὡραῖόν ἐστ[ιν] τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν, καὶ ἔδωκ[εν] καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔφαγον καὶ διηνοίχθησαν οἱ ὀφ[θαλ]μοὶ τῶν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. Τὰ τη῀̣ς ἀπάτης τοῦ [ὄφε]ως κρατήσαντα ἀντίστροφον αὐτῇ τὴν δοκιμασίαν ἐνεποίε̣[ι]· τὸ γὰρ εἰς βρῶσιν ἐκκείμενον οὐκ ὄψει δοκιμάζεται, πλὴν ἀρξαμ[ένη] ἡ ἀπάτη πρότερον τέρψιν τινὰ καὶ ἡδονὴν ἐργάζεται, εἰθ' ο̣ὕτ̣ω̣ ἐπὶ τὴν πρᾶξιν ἐγείρει τὸν ἀπατώμενον. Μετὰ <τὸ> ᾐσθῆναι ἐπὶ τοῖς ὑπο`̣ ὄφεως εἰρημένοις ἔλαβεν διὰ συγκατ̣αθέσεως καὶ ἔφαγεν τελ̣ε̣σ̣ι̣ουργοῦσα τὴν πρᾶξιν, κοινωνὸν δὲ καὶ τὸν ἄνδρα δέχεται, πο̣ι̣ο̣υ῀̣σα καὶ διακο- νοῦσα τὰ πρὸς ἀπάτην· τοιοῦτον γὰρ ἡ αἴσθησις, ἥντ̣ι̣ν̣α̣ 83 λόγον ἐπέχειν τῆς γυναικὸς ἐφάσκομεν.
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.