Unit 10 rem mid
Rem mid: Unit 10; lemma continues; reading with the letter.
Greek
Σπέρματος δὲ καὶ τέκνου διαφορὰ καὶ ἐν τοῖς εὐαγγελίοις εἴρηται, τῶν μὲν Ἰουδαίων λεγόντων· "6Σπέρμα Ἀβραάμ ἐσμεν"6, τοῦ δὲ Σωτῆρος τοῦτο μὲν αὐτοῖς συγχωροῦντος, ἀπαγορεύοντος δὲ αὐτοὺς τέκνα τυγχ[ά]νειν τοῦ Ἀβραὰμ ἐν τῷ λέγειν· "6Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε."6 Ὁ μὲνγὰρ τέκνον ὑπάρχων καὶ σπέρμα ἐστίν, οὐ πάντως τοῦ σπέρματος καὶ τέκνου γινομένου τῷ ἀπαμβλίσκεσθαι καὶ μὴ τ[ε]λεσιουργεῖσθαι. Εἴη δὲ τοῦτο καὶ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἑπόμενο[ν]. Πολλοὶ γὰρ ἀρξάμενοι κατὰ τὸν Ὑμέναιον καὶ Ἀλέξανδρον περὶ τὴν πίστιν ναυαγήσαντες τέκνα οὐκ ἀπετελέσθησαν. Πᾶν δὲ τεταγμένως καὶ τὰ τῆς φράσεως ἔχει. Οὐ γὰρ ὁ ὄφις πρὸς τὸ σπέρμα, ἀλλὰ πρὸς αὐτήν, οὐδὲ τὸ σπέρμα τοῦ ὄφεως πρὸς αὐτήν, ἀλλὰ τὸ σπέρμα αὐτῆς. Τὰ γὰρ ἄκρως κακὰ πρὸς τὰ ὑπερβάλλοντα ἀγαθὰ ἔχει τὴν μάχην, καὶ τὰ ἐλάττω πρὸς τὰ ἰσόρροπα. Ὁ Θεὸς γὰρ δίδωσιν καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν μὴ ἐῶν ἄμετρον γίνεσθαι κατά τινος πειρασμόν· "6Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἄρα κατέπιον ἡμᾶς."6 Ὡς ἀγαθὸς δὲ ὁ τοῦ παντὸς Κύριος καὶ τὰς ἐπιβουλὰς τοῦ ἀντικειμένου καταμηνύει καὶ τὰς κατ' αὐτοῦ ἐπιθέσεις ἐκδιδάσκει, τοῦ μὲν διαβόλου ἐπιτηροῦντος τὰς τοῦ ἀνθρώπου προκοπὰς καὶ διαβάσεις ἐπὶ τὴν ἀρετήν, αἵτινες διὰ τῆς πτέρνας δηλοῦνται, τοῦ δὲ ἀνθρώπου τὸ κεφάλαιον τῆς κακίας ἐπιτηροῦντος· τούτου γὰρ ἀναιρουμένου, συναναιρεῖται καὶ τὸ πᾶν. Πρόσ<σ>χες δὲ πῶς ἀπὸ γένους ἐπὶ γένος ἕτερον μετέστη ὁ λόγος· ὡς γὰρ πρὸς τὴν γυναῖκα πάντα ἐκεῖνα ἐλέγετο· "6Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τῆς γυναικὸς"6 καὶ τὰ ἑξῆς, νῦν δέ φησιν· "6Αὐτὸς τηρήσει κεφαλὴν καὶ σὺ αὐτοῦ 100 πτέρναν."6 Ἔδει γὰρ περὶ μὲν τῆς ἀσθενεστέρας λέγεσθαι 100 τὸ ἔχθραν θήσω, ἵνα τὸ ἀμιγὲς μηδὲ ἀπάτης χώρα γένηται, περὶ δὲ τοῦ ἀνδρός, ἅτε οὐκ ἐξαπατηθέντος κατὰ τὴν ἀποστολικὴν φωνήν, λέγεσθαι· "6Αὐτός σου τηρήσει κεφαλήν."6 Ἰσχυ[ρὸ]ς γὰρ ὢν καὶ πολεμεῖν ἐστιν ἐπιτη- δειότερος καὶ φυλάττειν τὰς τοῦ ἀντικειμένου ἐπιβολάς, μὴ συγχωρῶν αὑτῷ ἀπάτης ἀρχὴν προσαγαγεῖν ὡς τῇ Εὕᾳ, ᾗ, καθὼς προειρήκαμεν, συνηκολούθησεν, ἐπεὶ καὶ αὐτὸς εἶπεν· "6Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ"6, ἣν καὶ οὐκ ἀφῆκεν διὰ τὸ αὐτῆς χρήσιμον. Συνεκβέβληται γὰρ οὐ δι' ἑαυτόν, καθὰ καὶ τοῖς ἐν Βαβυλῶνι αἰχμαλωτιζομένοις ἠκολούθουν οἱ ἅγιοι οὐδὲν ἄξιον αἰχμαλωσίας δεδρακότες, ἀλλ' ὅπως ἰατροὶ τῶν αἰχμαλωτισθέντων γένωνται, ὡς ∆ανιὴλ καὶ Ἰεζεχιὴλ καὶ οἱ 40 ἐν τῇ καμίνῳ τρεῖς παῖδες. Τὸ λεγόμενον οὖν πρὸς τὸν ὄφιν "6αὐτός σου τηρήσει κεφαλὴν"6 ἐμφάνοι ἂν ὅτι, εἰ καὶ ὡς ἀσθενεστέραν ἠπάτησας τὴν γυναῖκα, ἀλλ' ὁ ἀνήρ σοι προσπολεμήσει τὸ κεφάλαιον τῆς σῆς κακίας ἐπιτηρῶν, ὅ ἐστιν ἡ ἀσέβεια, ὅπερ ὁ σοφὸς ἐκβάλλει, τοῦ διαβόλου μὴ ἐφικνουμένου τῆς κεφαλῆς τοῦ σοφοῦ, ἀλλ' εἰ ἄρα τῆς πτέρνης, ἥτις εἴη ἂν τὰ ἐσχατιὰ τῶν εἰς ἀρετὴν συντελούντων. Πολλάκις γὰρ μὴ δυνάμενός τι τῶν προηγουμένων πολεμεῖν, περὶ τὰς χρείας τὰς ἀνθρωπίνας ἐνεδρεύει, ἵνα διὰ τούτων ὑποσκελίσῃ. Τοῦτ' αὐτὸ καὶ ἐν ψαλμοῖς λέγεται· "6Αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν"6· τοῦτο δὲ τὸ φυλάξαι τῷ τηρῆσαι ἐν τῷ νῦν προκειμένῳ ταὐτὸ σημαίνει· τὸ ἐπιτηρῆσαι γὰρ δηλοῖ, οὐκ ἀγνοούντων ἡμῶν ὅτι καὶ ἐπὶ τὸ διατηρῆσαι κεῖνται αἱ λέξεις καὶ σκεπάσαι ὡς ἐν τῷ "6Σύ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς"6, καὶ ἐν τῷ "6Πάτερ ἅγιε, τήρησον αὐτούς"6. ιιι, 16–19. Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ 101 τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν <γῆν> ἐξ ἧς ἐλήμφθη<ς>, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐκ ἀπίθανόν ἐστιν καὶ τὰς ἱστορίας ἐκλαβεῖν ἐπὶ τῶν λέξεων τούτων. Καὶ γὰρ φαίνεται ὡς ἡ μὲν γυνὴ πυκναῖς καὶ συνεχέσιν λύπαισπιέζεται καὶ στεναγμοῖς, οὐ μικρὸν ὑπομένουσα κάματον ἔν τε ταῖς συλλήψεσιν καὶ ἀποτέξεσιν ἔτι τε καὶ ἀνατροφαῖς, καθὸ καὶ ἡ τοῦ μακαρίου Ἰώβ φησιν ὅτι "6Ἠφανισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.