In Genesim · §u14-rem-mid

Unit 14 rem mid

Rem mid: Unit 14; lemma continues; reading with the letter.

Greek

προαιρετικὰ ζῷα οἱ ἄνθρωποι τυγχά- νουσιν, μετέχοντες ἐπιστημῶν· οὐ γὰρ ὥσπερ τὰ ἄλογα μόνῃ αἰσθήσει συνζῶσιν, ἀλλ' ἤδη καὶ τοῦ λογιστικοῦ ἡ ἀρετὴ δείκνυται διὰ τοῦ καὶ τεχνῶν εὑρετὰς γεγενῆσθαι. Τὰ μὲν οὖν πρὸς τὸ ῥητὸν οὕτως ἔχει· εἴη δὲ τὰ τῆς ἀναγωγῆς ταῦτα. Ὁ κτηνοτρόφος ἕτερός ἐστι τοῦ ποιμένος· ὁ μὲν γὰρ σὺν ἐπιστήμῃ νέμει, [ὁ] δὲ κτηνοτρόφος οὔ. Ἄβελ ὁ δίκαιος ποιμὴν ἐτύγχανεν, [τὰς] ἀλόγους ἑαυτοῦ δυνάμεις ἐπιθυμητικὴν ὀρεκτι[κὴ]ν θυμικὴν ἄγων κατὰ λόγον τὸν ὀρθόν· ὁ δὲ κτηνοτρό[φο]ς ἀμοιρῶν ἐπιστήμης, ἡδονικός τις ὤν, [μ]όνων ἐστὶ [τ]ῶν αἰσθήσεων, οὐ κρατῶν ἀλλὰ κρατούμενος ὑπ' αὐτῶν. Καὶ ὡς ἐπὶ παρα- δείγματος σαφὲς ἂν εἴη τὸ λεγόμενον τοῦτον τρόπον. Ὁ ἰατρὸς ἄλλως χρῆται τῇ ἁφῇ ἢ ὁ πρὸς 57 ἡδονὴν ὁρῶν· οὗτος οὖν κτηνοτρόφος τρόπον τινά ἐστι̣ν̣, ὁ δὲ ἰατρὸς ποιμήν· λόγῳ γὰρ χρῆται τῇ αἰσθήσει. Οὕτω καὶ περὶ ὀσφρήσεως καὶ τῶν ἄλλων αἰσθήσεων ὁ λόγῳ αὐταῖς χρώμενος ἄριστος. Ἄρχει γὰρ ὁ λογισμ̣ὸς τῆς αἰσθήσε̣ω̣ς, ἐπὰν δὲ ὁ λογισμὸς κατακρατηθῇ, κατὰ τὰ πάθη λοιπὸν δέχεται τὰς προσηγορίας ὁ ἄνθρωπος, ὡς μὲν διὰ τὸν θυμὸν λέων καλεῖσθαι, διὰ δὲ τὸ πανοῦργον ἀλώπηξ, διὰ 141 δὲ τ[ὸ] γεῶδες ὄφις, οὕτως ὡς καί τινας διὰ τὸ ἡδονικὸν καλεῖσθαι ἵππος· "6Ἵπποι"6 γάρ φησιν "6θηλυμανεῖς ἐγενήθητε"6, καὶ ἄλλους ἀνθρώπους καλεῖσθαι διὰ τὸ ὅλους τῶν αἰσθήσεων ὄντας μηδὲν θεῖον ἀπογεννᾶν ἡμιό- νους· "6Μὴ γίγνεσθε"6 γάρ φησιν "6ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις."6 Ὁ μὲν οὖν κτηνοτρόφος τοιοῦτος, φαῦλος τις ὑπάρχων, οὐκ οἶκον οἰκῶν, ἀλλὰ σκηνάς, πρᾶγμα ἀβέβαιον, οὐκ ἐκείνους μιμούμενος τοὺς διὰ προκοπὴν σκηνοῦντας, ἵν' ἀπὸ τούτου καὶ εἰς τὸν οἶκον εἰσελθῶσιν, οἳ καὶ λέγουσιν ὡς ἐν τῷ ψαλμῷ· "6Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ [ἐ]κλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου"6· ἀπὸ γὰρ σκηνῶν ὁ προκόπτων αὐλῶν ἐπιθυμεῖ ψάλλων· "6∆ιελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ."6 Ὁ δ' ἕτερος ἀδελφός ἐστιν "6ὁ καταδείξας ψαλτήριον καὶ κιθ[άραν]"6, ἐν δίκῃ ἀδελφὸς αὐτοῦ τυγχάνων· γειτνίασιν γὰρ ἔχει πρὸς [τὴν] τῶν ἡδέων ἀπόλαυσιν καὶ ἡ διὰ μουσικῆς ἀπατὴν ἐνεργ[ουμέ]ν̣η̣ τ̣α̣ῖς ἀκοαῖς· "6Οὐαὶ"6 γὰρ "6οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκε[ρα διώ]κοντες καὶ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μ[ετὰ] γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα τοῦ Κυρίου οὐκ ἐμβλέπουσιν."6 Ὁ δὲ ἐκ τῆς ἑτέρας τεχνιτεύει σκεύη πολέμια διὰ χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν χαλκοῦ τὴν φωνὴν σημαί- νοντος, ὡς καὶ Παῦλος γράφει· "6Γέγονα χαλκὸς ἠχῶν"6· ὁ δ' αὐτὸς καὶ σιδήρου ἐργατής ἐστιν, σοφιστής τις ὢν καὶ διὰ δῆθεν δυνατῶν πιθανοτήτων ἀπατῶν. ιῃ, 23–24. Εἶπεν δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδὰ καὶ Σελλά· Ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τ̣ο̣υ`̣ς̣ λ̣ο´̣γ̣ο̣υ̣ς̣· ὁ´̣τι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάιν, ἐκ δ[ὲ] Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Τὸ ἐνωτίζεσθαι παρὰ τῇ θείᾳ παιδεύσει νομίζω μόνῃ 142 φέρεσθαι, διαφέρει δὲ τοῦ ἀκοῦσαι, ὅτε σὺν αὐτῷ συνάπτεται, ὅτι τὸ μὲν ἐνωτίζεσθαι τὴν ἐκ τοῦ σύνεγγυς ἀκοήν, τὸ δὲ ἀκοῦσαι τὸ ὁπωσοῦν ἀκοῦσαι, καὶ εἰ μὴ ἐγγὺς ὁ λόγος ἐστίν. Καὶ ἐν τῷ Ἠσαίᾳ δὲ τὸ "6Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν"6 οὐκ ἐκ παραλ- λήλου ἐστὶν λεγόμενον, ὃ καὶ τὸ "6Ἐνωτίζου, οὐρανέ, καὶ λαλήσω"6–ἀντὶ γὰρ τοῦ "6Πρόσεχε"6 τὸ "6Ἐνω̣τίζου"6 ἄλλοι λέγουσιν ἑρμηνευταί–"6καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματος μου"6. Καί φασιν τοιαύτην εἶναι τὴν παρα- τήρησιν· ὅτε ὁ νόμος πρὸς τοῦ Θεοῦ ἐδίδοτο, ἐπεὶ πλ[η]σίον ἐτύγχανον τῶν οὐρανίων ἔργων, διὰ τοῦτο ὁ οὐρανὸς ἐνωτίζεσθαι παραγγέλ̣λεται, ὅτε δὲ ἀπέστησαν τῆς ἐναρέτου πολιτείας, ὡς ἐγγὺς γενέσθαι τῆς γῆς, τ[ο´̣]τε λοιπὸν εἴρηται· "6Ἄκουε, [οὐρα]νέ"6–πόρρω γὰρ αὐτῶν ἐτύγχανεν–"6καὶ ἐνωτίζου, γῆ"6– πλη̣[σίον γ]ὰρ αὕτη διὰ τῶν ἐπιτηδευμάτων ὑπῆρχεν. [···] ὁ Λάμεχ οὖν <οὐκ> ἐκ παραλλήλου εἶπεν τὸ "6Ἀκούσατε"6 καὶ "6Ἐ[νω]τίσασθε"6, ἀλλὰ γοῦν οὐκ ἀκαίρως τὴν διαφορὰ[ν] αὐτω῀̣ν κειμένην ἐν τῇ γραφῇ παρετηρησάμεθα· τί δέ ἐστιν ὃ, λέγει, μαθῶμεν· "6Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες̣ Λάμεχ· ἐνωτίσασθέ μου τοὺς λόγους."6 Καὶ τὴν φωνὴν οὖν καὶ τοὺς λόγους ἐκ παραλλήλου τις ἂν λέγοι· ὁ δὲ καὶ ἐπὶ τούτων ἀκρίβειαν ζητῶν λέγοι ἂν ὅτι ἐπὶ μὲν τῆς φωνῆς τὸ "6Ἀκούσατε"6, ἐπὶ δὲ τῶν λόγων τὸ ἀκριβέστερον, ὅπερ ἐστὶν τὸ ἐνωτί- ζεσθαι, ἔταξεν. Εἰς ταύτην

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.