Unit 17 rem close
Rem CLOSEOUT: Unit 17 CLOSEOUT.
Greek
γὰρ ἦν, εἰ πεν[τ]ήκοντα τὸ πλάτος καὶ τριακοσίων τὸ μῆκος καὶ τὸ ὕψος τριά[κ]οντα πηχῶν ὑπάρχον ἀσύνδετον ἔμενεν. Ἀσφαλτοῦτ[αί τ]ε καὶ ἔξωθεν καὶ ἔσωθεν πρὸς τὸ μηδεμίαν παρείσ[δυ]σιν ὕδα[τος] γενέσθαι. Εὖ δὲ καὶ τὸ εἶναι τὸ μῆκος τοῦ πλάτους μ̣[εῖ]ζον· οὕτ[ω γὰρ] εὐκίνητον ἦν, ἐπεὶ καὶ τὰ σκάφη ταύτης εἰσὶ τῆς τοῦ σχήμα[τος ἀ]ναλογίας. Εἰ δ' ὅτι τετράγωνος κάτωθεν γέγονέν τις λέ[γοι, καὶ] τοῦτο οὐκ ἀπεικότως· ἐπεὶ γὰρ οὐκ εἰς τὸ πλεῖν προηγ̣ο̣υμέ[νως ἀ]λλ' εἰς τὸ φυλάττειν ἐγίνετο, διὰ τοῦτο οὕτως γέγονεν· ἄ[λ]λως [τ]ε καὶ κατεποντοῦτο τάχεως, εἰ μὴ τετράγωνος ἦν. Ἐπισυνη[γ]μένη δὲ οἰκείως ἐγίνετο, ἵνα ἡ τῶν ὑδάτων ἐπιφορὰ ἔχ[ῃ τὸ]ν ὄλισθον καὶ μὴ καθάπερ εἰς πέτραν πάντοθεν ἔχουσαν ὕψος προσαράττῃ τὰ κύματα. Καὶ τὸ τὴν θύραν δὲ ἐκ πλαγίων γε[ν]έσθαι ἐπιτηδείως προσ- ετάττετο *** (2 λιγνες εν βλανξ̣ "6Κατάγαια"6 δὲ "6διώροφα καὶ τριώροφα"6 οἰκείως κατεσκευάζετο πρὸς τὸ διαρκέσαι πάντα τὰ εἰσαγόμενα ζῷά τε καὶ τὰ πρὸς τροφὴν τούτω̣ν̣. Τὸ δὲ "6ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα ἐν ᾗ ἐστιν πνεῦμα ὑποκάτω τοῦ οὐρανοῦ, κα[ὶ ὅ]σα ἐὰν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει"6 ἐστὶ μὲν καὶ διεγερτικόν, [καθὰ πρότερον] εἴρηται, δηλοῖ δὲ ὅτι τά τε ἐν τῇ γῇ καὶ τὰ ἀεροπό[ρα φθαρήσετ]α̣[ι· τ]άχα γὰρ τὰ ἔνυδρα διεσῴζετο. *** (12 λιγνες εν βλανξ̣ 174 ῃι, 18. Καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ. Οὐ φαίνεται πρὸς τοῦ Θεοῦ τῷ Νῶε γεγενημένη δ[ια]θή[κη] ἡ συνόρκη, ὡς Σύμμαχος καὶ Ἀκύλας ἡρμή- νευσαν. Μὴ δ[ή]που καταπορῇ τοὺς λόγους, ἀπεκαλύφθη τῷ Νῶε τὸ ἐσόμε[νον, ἵνα] εὔελπις [ᾖ] περὶ τῶν μελλόντων καὶ παιδεύῃ καὶ τὴν ἑαυτοῦ γενε[ὰν] ὡς "3ἁμαρτημάτων ἕνεκεν ὁ Θεὸς ταῦτα ἐπήγαγεν· καὶ ὑμεῖς διὰ δικα̣ι̣οσύνην σῴζεσθε"3, ἵνα τὸ αἶσχος τῆς κακίας ὑποδειχ[θ]ῇ καὶ [τὸ] τῆς ἀρετῆς ἐράσμιον, οὐχ ὡς τῶν ἡδέων μισθοῦ ὄ[ν]τος ἀρε̣τῆς, ἀλλ' ὅτι οὐ συναναπαύει τοῦ τρόπου τῆς κολάσεως ὁ σπουδα̣ι῀̣ος οὐχ ὑποκείμενος αὐτῇ. Τὸ δὲ "6στήσω"6 ἐνταῦθα τὸ βέβα̣ι̣ο̣ν̣ δηλοῖ. ῃι, 18. Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου και`̣ η῾̣ γ̣υ̣ν̣η´̣ σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Ὁ Σωτὴρ ἐν εὐαγγελίῳ εἶπεν περὶ παντὸς ἀργοῦ ῥήματος δ[ώσειν] ἀνθρώπους λόγον ἐν ἡμέρᾳ κρίσεως, ἀργὸν δὲ ῥῆμα ἐ[··· ··· ··· ·]κον καὶ μὴ ἔχον τι ἐπωφελές· εἰ δὲ τοῦτο ἀνθρώποις π[ροσ]τ̣[άττεται] μὴ προφέρειν, πολλῷ πλέον οὐδὲ τὰ θεῖα λόγια περι[έ]χε[ι τι τοι]οῦτον, ἀλλὰ χρησίμως ἅπαντα ἐν αὐτοῖς φέρεται και̣[·]ατα̣[··] η[··]·μεν ἐκ τῶν ἐκτεθέντων. Εἰσερχομένῳ 175 εἰς τὴν κ[ι]βω[τὸν] [τ]ῷ Νῶε τοὺς υἱοὺς συνέταξεν, καὶ τῇ γυναικὶ τὰς γυναῖκας τῶν υ̣ι῾̣ω῀̣ν· ὅτε δὲ [λ]οιπὸν καιρὸς τοῦ ἐξελθεῖν εἰς τὴν γῆν, παυσαμένου τοῦ κ[α]τακλυσμοῦ, ἐπισημαίνεται τὸ λόγιον οὕτως· "6[Κα]ὶ εἶπεν ὁ [Θ]εὸς τῷ Νῶε· Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνή [σου κ]αὶ οἱ υἱ[οί σ]ου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ"6. Ἔπρ[ε]π[εν] γάρ, με[λλο]ύσης φθορᾶς ἀνθρώπων γίνεσθαι, μὴ ἀσυμπαθε[ῖς] γενέσθαι τ[οὺς] δικαίους, ὥστε τοῖς γαμικοῖς ἀδέως χρᾶσθαι. ᾿Ε̣χ̣ώρισεν ο[ὖν τ]ὰς γυναῖκας τῶν ἀνδρῶν λέγων· "6Εἰσελεύσῃ σὺ [κ]αὶ οἱ υἱοί [σου καὶ] ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου"6· ὅτε δὲ [ἐδ]έχετο [ὅτι ἔμπ]αλιν ἤμελλεν ἀποδοθῆναι ἡ διαδοχή, ἀποδέ[δω]κεν, ὡ[ς παρεθ]έμεθα, τῷ Νῶε τὴν γυναῖκα λέγων· "6Ἔξελθε σὺ [κ]αὶ ἡ γυνή [σου, οἱ υἱοί] σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου"6. Καὶ ὅτι δι' ἔθους [οὐκ] ἐ´̣φη ε[ἰκαίως, ἀ]λλὰ μετὰ παρατηρήσεως, λέγειν ἔστιν, καὶ [τὸ ε]ὐαγγ[έλιον π]ιστώσασθαι, εἰρημένου πρὸς τοῦ Σωτῆρος· "6Οὐδεὶς [δύν]α̣ται δ[υσὶ κυρίοι]ς δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τ[ὸν ἕτερ]ον ἀγ[απήσει] ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου κατα[φρονήσει]· οὐ δ[ύνασθ]ε Θεῷ δουλεύειν καὶ μαμωνᾷ"6. Καὶ δηλο[νότι δουλεί]α̣ τοῦ [μαμω]νᾶ ἡ φιλαργυρία, καὶ ἐπὶ πάσης δὲ κακίας [··· ··· ··]ν. Οὐ[δαμῶς] γὰρ οἷόν τε κακίᾳ καὶ ἀρετῇ δουλεύειν· ὁ γὰρ ποιῶν τ]ὴν [ἁμαρτ]ίαν 72 δοῦλός ἐστι τῆς ἁμαρτίας καὶ πᾶσα με[····· ··· ··· ···]ωντα μισεῖν τὰ πονηρά. Οἱ γὰρ ἀγαπῶντε[ς ··· ··· ··· ·· μ]ισεῖται πονηρά. "6Ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τ[ὸν ἕτερον ἀγαπήσει"6] –ἀγαπᾷ γὰρ Θεὸν ὁ ἐνάρετος μισῶν τὴν κακί[αν–"6ἢ τοῦ ἑνὸς ἀνθέ]ξεται καὶ τοῦ ἑτέρου καταφρονήσει"6, ὅπερ [··· ··· ··· ··] ἀκριβῶς εἴρηται· τὸ γὰρ ἀντέχεσθαι εἶπεν [ἐπὶ τῆς κακία]ς, οὐ τὸ ἀγαπᾶν. Οὐδεὶς γὰρ ἀγάπῃ τῇ πρὸς [··]α[···
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.