In Genesim · §u17-rem-early

Unit 17 rem early

Rem early: Unit 17; lemma and argument toward the thesis.

Greek

φθορὰν τῆς γῆς ἐργάζεται· τοῦτο γὰρ ἀμέμπτους ἐποίει τοὺς ἀνθρώπους, εἰ τὸ μὴ δυνηθὲν διακοσμηθῆναι πρὸς Θεοῦ τὴν λύμην εἰργάζετο· ἀλλὰ τρόπων μοχθηρία διὰ τῆς φθορᾶς τῆς γῆς δηλοῦται, καθὰ καὶ προείρηται, τῶν ἀνθρώπων διαφθειράντων τὴν ὁδὸν αὐτοῦ τοῦ Θεοῦ, ἣν ἐπὶ τῷ εὐοδεύειν ἐπὶ μακαριότητα εἰλήφεσαν. Τοιοῦτοί εἰσιν οἱ ἀκούσαντες τοὺς Ἰησοῦ λόγους καὶ μὴ ποιήσαντες. Εἰ δὲ καὶ σάρκα τὸν ἄνθρωπον, ὡς πολλαχοῦ εἴρηται, δηλοῖ, σκοπητέον μὴ τὸ "6Κατέφθειρεν πᾶσα σὰρξ τὴν 168 ὁδὸν αὐτοῦ"6 δηλοῖ ὡς ἕκαστος ἄνθρωπος διεστράφη ἀπὸ τῆς οἰκείας γνώμης. Ὅτι δὲ ἡ σὰρξ ἀντὶ τοῦ ἀνθρώπου λέγεται, σαφὲς ἐκ τοῦ "6Ἐκχέω ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, καὶ "6Κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα"6. Ὅλοι οὖν οἱ κατὰ τὴν τοῦ Νῶε γενεὰν γήϊνοι καὶ σάρκινοι γεγενημένοι διέστρεψαν "6τὴν ὁδὸν αὐτοῦ"6 ἕκαστος, ἣν παρείληφεν· οὕτω γὰρ τῷ μὲν δεδέχθαι αὐτοῦ, τῷ δὲ δεδόσθαι Θεοῦ ἡ ὁδὸς λέγεται. Κατέφθειραν οὖν τὴν ἑαυτῶν ὁδὸν ἢ τὴν τοῦ Θεοῦ· ἀμφοτέρως γὰρ οἷόν τε. ῃι, 13. Καὶ εἶπεν ὁ 69 Θεὸς πρὸς Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Πολλὰ τῶν γεγραμμένων ὠφελιμωτέραν ἔχει τὴν ἱστορίαν τοῖς πολλοῖς. Οὗτοι γὰρ αἰσθήσει καὶ δόξῃ ζῶντες οὐκ ἐφικνοῦνται τῶν ἀληθῶς μεγάλων καὶ ἐπωφελῶν. Καὶ ἔστω ἐπὶ παραδείγματος τὸ λεγόμενον. Τυφλὸν ἀπὸ γενετῆς Ἰησοῦς ἰάσατο καὶ Λάζαρον τέσσαρας ἡμέρας ἐν τῷ μνημείῳ ἔχοντα ἐξήγαγεν προστάξει μόνῃ, καὶ πάλιν τὸν ἐν ˉλˉη ἔτεσιν ἐν πολλῇ παρέσει μένοντα ἤγειρεν. Ταῦτα δὲ πρὸς τῷ αἰσθητῶς πληροῦσθαι καὶ συμβολικὰ ἦσαν, τοῦ μὲν ἀπὸ γενετῆς τυφλοῦ δηλοῦντος ἀνάβλεψιν ψυχῆς μηδέποτε βλεψάσης διὰ τὸ ἐξ ἁπαλῶν ὀνύχων ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ ἀνατετρᾶφθαι, καὶ πάλιν ὁ ἤδη ὀδωδὼς καὶ ἀπεγνωσμένην ἔχων τὴν ἐλπίδα, ἐκπεσών τε τῆς μακαρίας ζωῆς, ἐπ' αὐτὴν διὰ Ἰησοῦ συμβολικῶς ἐλθὼν ἐδείκνυτο, καὶ ὁ παρέσει δὲ κατειλημμένος εἶτα σωθεὶς ἐμήνυεν ψυχῆς εἰς ἀναισθησίαν πεσούσης ἐπι- στροφήν. Θαυμασιώτερα δὲ ταῦτα καὶ μείζονα τῆς σωμάτων ἰάσεως, ὅσῳ καὶ ἡ ψυχῆς οὐσία τιμιωτέρα σώματος, ἀλλ' ὅπερ οἱ πολλοὶ ἀγνοοῦσιν. Ὁ οὖν τὰ παράδοξα οὕτως αὐτοῖς διηγούμενος ὠφελιμώτερον ποιεῖ, καὶ ἐν τοῖς νῦν συνεκτεθεῖσιν τὰ τῆς 169 ἱστορίας πολλὴν καὶ εὐσυνοπτοτέραν τοῖς πολλοῖς ἔχει τὴν ὠφελίαν. Τί γάρ φησιν; "6Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐπὶ τῆς γῆς"6, λέγει δὲ καὶ ὁ Πέτρος μακροθυμίᾳ τοῦ Θεοῦ ἐπῆχθαι τὸν κατακλυσμόν, ἵνα μετάνοια δοθῇ. Προδεδήλωται γὰρ ὅτι ἐν ἑκατὸν ἔτεσιν ἐγίνετο τὸ τῆς κιβωτοῦ κατασκεύασμα, ἵνα ὁρῶντες οἱ ἄνθρωποι καὶ πυνθανόμενοι τὴν αἰτίαν λάβωσιν καιρὸν μετανοίας. Καιρὸν δὲ ἐνταῦθα οὐ δεῖ νομίζειν τὸν παρά τισιν ὡροσκόπον καλούμενον· οὐδὲ γὰρ εἱμαρμένη κρατεῖ τῶν πραγμάτων, ἀλλὰ ψήφῳ Θεοῦ πάντα γίνεται. ∆ιόπερ ἡγητέον τὸ "6Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐπὶ τῆς γῆς"6 σημαίνειν τὴν ὡσανεὶ συμπλήρωσιν τῶν ἡμαρτημένων ἀνθρώποις, καθ' ἣν ἡ τῆς ἐκδικίας ἐπαγωγὴ προσάγεσθαι ὀφείλει, καθὸ λέγεται· "6Οὔπω γὰρ ἀναπεπληρῶνται αἱ ἁμαρτίαι τῶν Ἀμαρραίων ἕως τοῦ νῦν"6 ἀντὶ τοῦ οὔπω τοσαῦτα ἥμαρτον ὡς ἀπογνωσθῆναι αὐτῶν τὴν μετάνοιαν. Καὶ γὰρ οὐκ ὀργὴν ἐπάγει ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν, καίτοι ἁμαρτημάτων γινομένων, τοῦτο δὲ ποιεῖ τόπον μετανοίας παρέχων καὶ διδοὺς καιρὸν τοῦ καταγνῶναι ἑαυτῶν τοὺς ἁμαρτάνοντας· ὅταν δὲ οὕτω συνετελεσθῇ τὰ κατ' αὐτοὺς ὡς μηκέτι ἔχειν καιρὸν τοῦ μεταγνῶναι, καιρὸς ἦλθεν τοῦ παθεῖν αὐτούς. Ἅπαξ δὲ ὑπομνήσεως γεγενημένης τοῦ ἀναπληροῦσθαι ἁμαρτίας, τοῦτο σημειωτέον, ὅτι οὐ ταὐτὸν ἕνα πληροῦσθαι ἄνθρωπον ἁμαρτιῶν καὶ ὅλον λαόν· ἐν μὲν γὰρ τοῖς πολλοῖς πάσας ἐγχωρεῖ τὰς ἁμαρτίας εὑρίσκεσθαι, ὡς τὸν μὲν φέρε ἄσωτον εἶναι, τὸν δὲ φειδωλόν, καὶ τὸν μὲν θρασύν, τὸν δὲ δειλόν, καὶ πάλιν τὸν μὲν ἀκόλαστον, τὸν 170 δὲ ἠλίθιον· περὶ ἕνα δὲ ἄνθρωπον τὰς ἐναντίας ταύτας κακίας, ὑπερβολὰς οὔσας καὶ ἐλλείψεις, εὑρίσκεσθαι ἀδύνα- τον. Πάσας μὲν γὰρ ἐν ἀνθρώπῳ τὰς ἀρετὰς εἶναι δυνατόν, ἀλλήλαις γὰρ ἀντακολουθοῦσιν, τὰς δὲ κακίας οὐχ οἷόν τε διὰ τὰ προειρημένα. Καὶ ταῦτα μὲν ὡς παρεκβάσει, ἐπανελθῶμεν δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς· "6Καιρὸς παντὸς ἀνθρώπου ἥκει"6. Οὐδεὶς τοιαῦτα ἁμαρτήματα ἔχει ὡς συγχωρηθῆναι αὐτῷ· καὶ ὥσπερ ἄριστος ἰατρὸς καιρὸν τοῦ τροφὴν δέξασθαι τὸν κάμνοντα, κἂν ἐν νυκτὶ γίνηται, κατὰ τὴν τοῦ νοσήματος τοιάνδε κατάστασιν τίθεται, οὕτω καὶ τὸ νῦν λεγόμενον. Τοιῶσδε γὰρ ἐχόντων τῶν ἀνθρώπων ὡς εἰς ἔσχατον ἁμαρτίας ἥκειν, δι' ἃς ὁ κατακλυσμὸς ἐπάγεται, γίνεται τοῦτο

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.