Unit 22 rem mid
Rem mid: Unit 22; lemma continues; reading with the letter.
Greek
ἐπὶ πᾶσιν τέλος δηλοῖ, εἰς ὃ ἔπηξε̣ν̣ τ̣ὴν̣ σκηνὴν διὰ προκοπῶν διεληλυθὼς καὶ τελειότητος λοιπὸν με̣τ̣α̣π̣ο̣ιούμενος, εἰς ὃ ἥξει ὁ πειθόμενος τῷ λόγῳ παραινοῦντι· "6Φυ´̣λ̣α̣ξ̣ο̣ν τὸν πόδα σου ἐν ᾧ ἐὰν ἀπέρχῃ εἰς οἶκον τοῦ Θεοῦ καὶ ἐγγὺς τ̣ο̣υ῀̣ α᾿̣κοῦσαι"6· οὕτω γὰρ κατοικῆσαι τὸν οἶκον δυνήσεται λέγων· "6Τ̣ο̣υ῀̣ κα̣τοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν"6. Εἰδέναι δε̣ι῀̣ ὁ´̣τ̣ι̣ δ̣ιὰ το̣ύτ̣ω̣ν συμβολικῶς ἡ πολιτεία ἡ θεία δηλοῦται, κἂν τὸ προ´̣σ̣ω̣π̣ο̣ν̣ τοῦ Ἀβ̣ρὰμ ἔτι τελείωσιν ἐπιδέχηται· οὔπω γὰρ μετακέκλη̣τ̣α̣ι̣. "6Κατὰ θάλασσαν"6 δὲ τὴν σκηνὴν πήγνυσιν βέβαιος ὢν καὶ ἄσ̣ε̣ι̣σ̣τ̣ο̣ς̣ διὰ τὸ τελείως ἀντέχεσθαι τῆς ἀρετῆς ὥστ' ἂν εἰπεῖν· "6Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία <ἢ> διωγμός;"6 καὶ τὰ ἑξῆς, ἅπερ θάλασσαν λέγων οὐκ ἂν ἁμάρτοις. Ὁπ̣ούποτε γὰρ ἂν ᾖ ὁ ἅγιος, κἂν ἐν τελειότητι, ἐφεδρεύουσαν ἔχει̣ τη`̣ν ζάλην καὶ τῆς γενητῆς φύσεως τὸ τρεπτόν, ὅπερ ἡνιοχῶν ὁ τέλειος κωλύει τὴν ἐνέργειαν τῆς κακίας ἐν δυνάμει αὐτῆς διαμένων, ὅπερ ἐστὶ μακάριον· ἀγαθοῦ γάρ ἐστι τοῦτο καὶ ἐν ἀρετῇ ὑπάρχοντος, ἐπεὶ καὶ ὁ κακὸς ἐν δυνάμει ἀρετῆς ὑπάρχει, τῇ ἰδίᾳ προθέσει τραπεὶς ἐπὶ τοῦτο και`̣ μὴ φυλάξας ἑαυτὸν ὡς γέγονεν ἀγαθός. Ὁ δ' αὐτὸς καὶ ἐν "6Ἀγγαὶ κατὰ νότον"6 πήγνυσι τὴν σκηνὴν οἰκείως τῷ ἐφθακέναι εἰς τὸ ὄρος τοῦ οἴκου τοῦ Θεοῦ καὶ δι' ὅλων πεφωτισμένος ἐκ τῶν ἀνατολῶν, 223 αἵτινές εἰσιν αἱ κατ' εἶδος ἀρεταί, καὶ μηδὲν τῶν ἀντι- στα̣τ̣[ού]ν̣τ̣ω̣ν ἐστὶ φροντίδα ποιούμενος, –οὐδὲ γὰρ αἱ ἐκ τῆς θαλάττης τ̣ρ̣ι̣κ̣υ̣μ̣ι´̣αι ἀν̣ατρέπουσιν αὐτοῦ τὸ οἰκοδό- μημα καλῶς ἱδρύμενον, –ὁ´̣σ̣περ τοὺς λόγους Ἰησοῦ εἰς ἔργα μεταβέβληκεν ἐν ἑορτῇ γ̣ινο´̣μ̣ενος· τοῦτο γὰρ ἑρμηνεύεται Ἀγγαί. Ἡ μεγάλη γὰρ ἑορτ̣ὴ η῾̣ τ̣ῆς ἀρετῆς ὑπάρχει τελείωσις. Τοῦτο γὰρ καὶ ὁ ψαλμῳδός̣ φ̣η̣σ̣ι̣ν· "6Φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτα̣ζ̣ο´̣ν̣των"6· ο῾̣ γὰρ ἀγαλλιώμενος ἐπὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ καὶ ε᾿̣ξ̣ο̣μ̣ολογούμενος οὐχ ὡς ἁμαρτάνων καὶ μετανοῶν ἀλλ' ὡς̣ ε̣υ᾿̣χ̣α̣ριστ̣ω῀̣ν ἑορτάζει, –κεῖται γὰρ τὸ τῆς ἐξομο- λογήσεως ὄνομ̣α̣ α᾿̣ν̣τ̣ι`̣ εὐχ̣αρ̣ιστίας ὡς ἐν τῷ "6Ἐξομολο- γοῦμαί σοι Πάτερ Κύριε το̣υ῀̣ ο̣υ᾿̣ρ̣α̣ν̣οῦ καὶ τῆς γῆς"6· –φησὶν γὰρ "6ὅτι ἐνθύμιον ἀνθρώπου"6, δη̣λ̣ο̣ν̣ότι τοῦ ἀγαλλιωμένου, "6ἐξομολογήσεταί σοι καὶ ἐγκατα´̣λ̣ε̣ι̣μ̣μα ἐνθυμίου 89 ἑορτάσει σοι"6. χιι, 8. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσι̣α̣σ̣τ̣η´̣ρ̣ιον τῷ Κυρίῳ κ̣α̣ι`̣ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Πρεπόντως ὁ διαβὰς καὶ ἐπὶ τ̣ο`̣ ἀποδοθὲν ὄρ̣ος και`̣ τὸν οἶκον τοῦ Θεοῦ καὶ ὑπὸ τῶν ἀνατολῶν̣ καταυγασθεὶς καὶ πατήσας τὰ ἀντικείμενα οὕτως ὡς μηδένα αὐτὰ δεδι´̣ττεσθαι εὐχαριστίας ἤγειρε θυσιαστήριον, ἐφ' ᾧ ἐπιτελεῖ τῆς αἰνέσεως τὴν θυσίαν καὶ δικαιοσύνην κατὰ τὰ προειρημένα περὶ πνευ<μα>τικῆς θυσίας, ἥτις ἐστὶ τὸ σύστημα τῶν ἀρετῶν. "6Καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου"6, ὅπερ προχείρως τις ἐκλαμβάνων λέξει ὅτι τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησεν, ὠνόμασεν "3Κυρίου"3· δυνατὸν δὲ μυστηρι- κώτερον καὶ ὑπεραναβεβηκότως εἰπεῖν αὐτὸν ἐπὶ τῷ ὀνόματι Κυρίου ἐπικαλέσασθαι οὐ ψιλῇ συλλαβῇ ἀλλὰ πραγματικῶς, τοῦ νοῦ τὴν ἔντευξιν Θεῷ ποιουμένου, μὴ δι' ἄλλο τὰς ἀρετὰς ἐνεργοῦντ̣ο̣ς ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθόν. Κατὰ γὰρ ταύτην τὴν διάνοιαν καὶ ὁ Σωτὴρ διδάσκων προσεύχε̣σθαι καὶ λέγειν "6Πάτερ ἡμῶν"6 οὐ κατὰ 224 προφορὰν τοῦτο ποιεῖν ἐπαίδευσεν, ἀλλ' ἵνα παραστήσωσιν ἑα̣υ̣τοὺς υἱοὺς καὶ μηκ̣ε´̣τ̣ι̣ ματαίως ἐπικαλῶνται τὸν Θεὸν πατέρα· ο̣ὕτως ἀκούομεν και`̣ ······ "6Οὐδεὶς λέγει Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι α῾̣γίῳ"6, τοῦτο δὲ οὐχ ὑπ̣α´̣ρ̣χ̣ε̣ι̣ τοῖς κατὰ μόνην τὴν προφορὰν του῀̣τ̣ο λέγουσιν καὶ ματ̣α̣ι´̣ω̣ς̣. ῾Ο̣ οὖν Ἀβρὰμ τὴν οἰκοδομὴν τοῦ ἐξ ἀρ̣ετῶν θυσια- στηρίου τ̣ῳ῀̣ Κυρίῳ καὶ δι' αὐτὸν καὶ οὐ δι' ἄλλον ἐποιεῖτο. χιι, 9. Καὶ ἐπῇρεν Ἀβρὰμ καὶ πορευθεὶς ἐστρατο- πέδευσεν ἐν τῇ ε᾿̣ρ̣η´̣μ̣ῳ̣. Τοῦ ῥητοῦ οὐκ ἀδήλου ὄντος, λεκτέον τὸ πρὸς διάνοιαν. Κ̣ἀ`̣ν̣ γ̣α`̣ρ̣ τ̣ε´̣λειός τις ᾖ, οὐκ ἀπαλλάττεται τῶν πολεμούντων, κἂν ἐ´̣τ̣ι̣ ν̣ήπιος καθὼς Κορίνθιοι, οἷς ἐπιστέλλων Παῦλός φησιν· "6Πει̣ρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς ο̣ὐκ ε᾿̣άσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρα̣σ̣μ̣ῳ῀̣ ποιήσει τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν"6. Ἐφεσίοις δὲ ὡς ἤδη τελείοις ἐπιστέλλει καὶ ἑαυτὸν ἀριθμῶν· "6Οὐ γάρ ἐστ̣ιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"6· οὐ λέγει "3οὐ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.