In Genesim · §u24-rem-close

Unit 24 rem close

Rem CLOSEOUT: Unit 24 CLOSEOUT.

Greek

···σει ὅμως ἐπαγγελία τοῦ διδασκαλικοῦ λόγου γίνεται οὕτ̣ω ὅτι τέξεται· ἀγχινοίᾳ γὰρ πολλάκις οἱ διδάσκοντες τὰς ἐπιβολὰς τῶν μαθητευομένων ἴσασιν καὶ τὰς εὐφυί¨̣α̣ς αὐτῶν οὐκ ἀγνοοῦσιν. Ὅτι δὲ τὸ γαστρὸς ἄδηλ̣ο´̣ν̣ ἐστιν, ἔστιν ἀπὸ εὐαγγελικοῦ μαθεῖν, λέγοντος τοῦ Σωτῆρος· "6Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐκείνῃ τῇ ἡμέρᾳ"6. Καὶ γὰρ τοιαῦται ἕξεις ἀβέβαιοι ἐπιστάντος πειρασμοῦ. ∆ιὰ τοῦτο λόγος τοὺς τοιούτους ἀπογαλακτίζεσθαι βουλόμενός. φησιν· "6Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ <γαλακτός, οἱ ἀπεσπασμένοι ἀπὸ> μαστοῦ, θλῖψιν ἐπὶ θλίψει προσδέχου ἐλπίδα ἐπ' ἐλπίδι"6· ὡς γὰρ λοιπὸν ἐν βεβαιότητ̣ι̣ ε᾿̣ν̣στάντες θλῖψιν ἐπὶ θλίψει προσδέχονται. Ἀτελεῖς δὲ εἰσὶν π̣ερὶ ὧν λέγει Παῦλος· "6Γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα· οὔπω γὰρ <ἐ>δύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε̣"6. Κατεπαγ̣[γέλ]λεται οὖν αὐτῇ τέξεσθαι υἱὸν λέγων ὅτι "6καλέσεις τὸ ὄ[νο]μα αὐτοῦ Ἰσμαήλ"6. 246 χῃι, 12. Οὗτος ἔσται ἄγροικος ἄνθρωπος. Κατὰ πλείονας τρόπους διαστέλλεται ἀπὸ τοῦ σπουδαίου καὶ σοφοῦ καὶ πολιτικοῦ ὁ μὴ τοιοῦτος. Λέγομεν οὖν ὡς πρὸς πολίτην καὶ ἐπιστήμονα ἰδιώτην καὶ ἄγροικον καὶ ὡς πρὸς μεμαθηκότα καὶ πεπαιδευμένον ἀμαθῆ καὶ ἀρτιμαθῆ. Ἐπεὶ τοίνυν τὸ γέννημα τῆς ἀρετῆς πολιτεία ἐστὶν νόμιμος, ὁ μὴ πολιτείᾳ κ̣α̣τ̣α`̣ τὴν πόλιν τοῦ Θεοῦ τοῦ ζῶντος τὴν ἐπουράνιον βιῶν ἄγροικός ἐσ̣τι̣ν, ·α·· ε᾿̣λλειπόμενος ἐκείνης τῆς καταστάσεως ἀγρὸν οἰκει῀̣ οὔπω πόλιν. Εὖ δὲ καὶ τὸ μὴ μόνον ἄγροικον ἀλλὰ καὶ ἄνθρωπον αὐτὸν εἰπεῖν· οὔπω γὰρ μετουσία Θεοῦ λόγου γίνεται τῷ νῦν ἀρχομένῳ ἀλλὰ μετὰ τὸ προκόψαι, –ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, –καὶ οὕτως ἔσται πολίτης τῆς ἐπουρανίου πόλεως· περὶ γὰρ τῶν τοιούτων λέγεται πρὸς τοῦ σοφοῦ Παύλου πρὸς Ἑβ̣ρ̣α̣ι´̣ο̣υ̣ς̣ τ̣α̣υ῀̣τα· Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ, ἐν ταύτῃ ἐγγραφησόμενοι. Λέγει γοῦν ὁ Σωτήρ· "6Μὴ χαίρετε ὅτι τὰ δαιμ̣ο´̣ν̣ι̣α ὑμῖν ὑποτάσ- σεται ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς"6. Καὶ οὐδήπου δεῖ οὕτω λογίζεσθαι ὅτι τὰ ἐκ συλλαβῶν ὀνόματα ἐν τοῖς οὐρανοῖς ἐγγράφονται ἀλλὰ κατὰ τὴν ἀρετὴν ὀνόματα· ταῦτα τοῖς οὐρανοῖς ἀείμνη- στον ἔχει τὴν γραφήν. Καὶ οὗτοι μὲν ἐν οὐρανοῖς ἐγγρά- φονται, οἱ δὲ ἐναντίως διακείμενοι γήι¨̣να φρονοῦντες ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γη̣ΐνων αὐτῶν, εἰκότως τοῦ Ἰερεμίου περὶ αὐτῶν λέγοντος· "6Ἀφε-στηκότες ἐπὶ τῆς γῆς γραφήσονται"6. χῃι, 12–14. Αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν 247 αὐτοῦ κατοικήσει. Καὶ ἐκάλεσεν Ἁγὰρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπεν· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. Ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον ἀνὰ μέσον Καδὴς καὶ ἀνὰ μέσον Βάραδ. Ἐν τοῖς προαναγνωσθεῖσιν ἄγγελος ἦν Θεοῦ ὁ πρὸς αὐτὴν λαλ̣ω῀̣ν̣, νῦν δὲ Κύριον καὶ Θεὸν αὐτὸν ὀνομάζει, καὶ ὁ μὴ ἀπαλλάττων αὑτὸν πραγμάτων ἐρεῖ ὅτι ὁ ἄ[γ]γελος οὐκ ἰδίους λόγους διηκόνει ἀλλὰ τοὺς τοῦ Θεοῦ ὡς οἱ πρ[ο]φῆται· τρόπον γάρ τινα καὶ οἱ ἄγγελοι ὅτε διακο- νοῦσιν τὴν ··[···]·ι̣ν καὶ προθεσπίζουσιν τὰ ἐσόμ̣ενα ἔργον προφητῶν ··· ποιοῦσιν ·μ··· ··· ···ν καὶ τὸ ἄγγελος ὄνομα ἐνερ[γεί]α̣ς κ̣αὶ οὐκ οὐσίας ἐστὶν παραστα- τι̣κ̣ὸν ὡς καὶ τὸ προφ··[ ]τη τῇ προσηγορίᾳ ··· ··· ··· [···] ··· ··· ··· ··· ··· ··· ·ων ··ε̣ννου ···· ἄγγελος ··[···] ἄγγελοι ··· ··· ··· ··· ··· ··· τὰ Θεοῦ ἐλάλησεν ὁ ἄγγελος 99 [···]···ν ὠνόμασεν διὰ τὸν ἐνοικοῦντα, καθὰ καὶ Ἠσαΐας [προ]- φητεύων ποτε μὲν ἀπὸ τοῦ ἰδίου προσώπου ὡς ἔχων το`̣ [πνευματι]κὸν ἐν ἑαυτῷ λαλεῖ, ποτὲ δὲ ὡς τὸ Θεοῦ προφέρων πρό[σω]πον, μὴ προειπὼν δὲ "6λέγει Κύριος"6 ὡς ὅταν λέγῃ· "6Ἐγὼ ἐ[ποί]ησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς"6, ἀπὸ δὲ τοῦ Κυρίου ἀπαγγέλ<λ>ει ·[·]τ·ν φαινε··· ··· ··· γη· "6Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, [ὅτ]ι Κύριος ἐλάλησεν"6. Τοῦτό φαμεν ὡς οὐ πάντων τῶ[ν] λόγων δι' αὐτοῦ προφερομένων ἀλλ' ὡς μετουσίας [χ]αριζομένης καὶ αὐθεντίαν καὶ διὰ τὴν ἐνοίκησιν τοῦ [Θεοῦ] θεῶν ὀνομαζομένων τῶν μετεχόντων. Ἀμέλε[ι γο]ῦν καὶ Μωσεῖ λαλῶν ἄγγελος ἐρρέθη· <***> γάρ· "6Καὶ ἐκάλεσε[ν] 248 α̣ὐτὸν ἄγγελος Κυρίου καὶ εἶπεν· Ἐγὼ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ"6. Ὡς πρὸς τὸ διακονεῖνοὖν ἀγγέλων εἰσὶν λόγοι, ὡς δὲ πρὸς τὴν δύναμι̣ν Θεοῦ. Καὶ αὕτη μὲν ἡ πρώτη ἀπόδοσι̣ς̣ ···· ··· ··· ἔστιν δὲ καὶ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.