Fragmenta in epistulam ad Romanos · §u02-open

Fragmenta in epistulam ad Romanos Unit 2 opening

Unit 2.

Lemma-led open — κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν. , Ἔ

Greek

κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Rom 8,16 Ἔδειξε διὰ τούτου ὅτι καὶ τὴν ψυχὴν πνεῦμα λέγει, ὅταν ᾖ πνευματική, καὶ τὸ χάρισμα τοῦ πνεύματος πνεῦμα. τοῦτο οὖν ἐστιν ὅ φησιν ἀλλαχοῦ· τὸ γὰρ τί προσευξώμεθα οὐκ οἴδαμεν, αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας· ἔστι δὲ τοιοῦτον χάρισμα προσευχῆς, ἣ ἐπὶ τῶν ἀποστόλων. ἐπειδὴ πολλάκις καὶ τὰ μὴ συμφέροντα αἰτοῦμεν, διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν ἀποστόλων, ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ τοῦ λαοῦ τὰ συμφέροντα τὸν θεὸν ᾔτει, στεναγμοῖς ἀλαλήτοις χρώμενος, ἵνα πρὸς εὐλάβειαν καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. οὐκοῦν καὶ τοῦ ψάλλειν χάρισμα ἦν καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. συμμαρτυρεῖ δὲ τῷ πνεύματι ἡμῶν, ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι προσηύχετο ὁ ἔχων τὸ χάρισμα, προσευχόμενος δὲ τὸ Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς ἔλεγεν. διὰ τοῦτο, φησί, συμμαρτυρεῖ τὸ 93 πνεῦμα τῆς προσευχῆς τῷ πνεύματι ἡμῶν ὃ ἔχομεν διὰ τοῦ βαπτίσματος, ὅτι ἐσμὲν τέκνα θεοῦ· κράζει γὰρ τὸ πνεῦμα τοῦτ' ἔστι τὸ χάρισμα τὸ τῆς προσευχῆς Ἀββᾶ ὁ πατήρ. Rom 8,17–18 Εἴπερ συμπάσχομεν, φησίν, ἵνα καὶ συνδοξασθῶμεν. τὸ συμπάσχειν οὐ τὸ συναλγεῖν καὶ συνάχθεσθαι τῷ πεπονθότι δηλοῖ κατὰ τὸν τῆς συνηθείας λόγον· οὐδὲ γὰρ ἔπασχέ τι παρὰ γνώμην ὁ Χριστός, οὐδὲ ἠσθένει βουληθεὶς ἀμύνασθαι τοὺς λυπήσαντας. τί οὖν ἐστι τὸ συμπάσχειν Χριστῷ; τὸ τὰ αὐτὰ πάθη αἱρεῖσθαι ὑπομένειν ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων πάσχειν ὑπὸ Ἰουδαίων ἠνέσχετο. ἐὰν κατὰ τὸν αὐτὸν τρόπον διωκόμενοι καρτερῶμεν, ἀτιμαζόμενοι μὴ δυσφορῶμεν, ἐὰν πρὸς θάνατον ἑτοίμως ἔχωμεν ὑπὲρ εὐσεβείας ὡς αὐτῷ συμπαθόντες, καὶ συνδοξασθησόμεθα ἐν τῷ γενέσθαι τέκνα θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. καὶ ἐπειδὴ εἶπεν τὸ συμπάσχειν Χριστῷ αἴτιον ἡμῖν γίνεσθαι τοῦ συνδοξασθῆναι αὐτῷ, καὶ ἐδόκει τὸ τοιοῦτον καμάτων εἶναι μισθὸς καὶ οὐ κατὰ χάριν δωρεά, εἰ καὶ τὰ μάλιστα ἡ δωρεὰ τῶν φθασάντων ἁμαρτημάτων 5 ἀμνηστείαν χαρίζεται. τοῦτο διορθούμενος ἐπήγαγεν ὅτι οὐ πρὸς ἀναλογίαν τῶν καμάτων μετρεῖται ἡμῖν παρὰ θεοῦ τῆς πολιτείας ὁ καρπός, ἀλλὰ πολυπλασίων καὶ ὑπερβαίνων πολλῷ τὴν ἀξίαν τῶν πεπονημένων· ὁ γὰρ θεὸς ἀγαθός τε ὢν καὶ δίκαιος, τὸ μὲν δίκαιον ἐπὶ τῶν ἁμαρτανόντων φυλάσσει τοσοῦτον ἀποδιδοὺς τῷ ἡμαρτηκότι ὅσον ἡ τῶν ἁμαρτημάτων ὑπόθεσις ἀπαιτεῖ, τὸ δὲ ἀγαθὸν ἐπὶ τῶν κατορθούντων ἐνδείκνυται, οὐ μόνον τὰ κατ' ἀξίαν αὐτοῖς διδούς, ἀλλὰ καὶ ὑπερβαίνων ταῖς δωρεαῖς τῶν πεπολιτευμένων αὐτοῖς τὴν ἀναλογίαν. Rom 8,19 Ἐν τοσαύτῃ φησὶν ἔσεσθαι ἡμᾶς τῶν ἀγαθῶν δωρεᾷ τοῦ θεοῦ, ὥστε ἡ ἐλπὶς καὶ ἡ προσδοκία τῆς κτίσεως ἐκδέχεται τῶν υἱῶν τοῦ θεοῦ τὴν ἀποκάλυψιν οἷον τὴν κεκρυμμένην αὐτῶν μακαριότητα μικρὸν ὕστερον ἀποκαλυφθησομένην. ὑπόνοιαν δὲ τοῖς πολλοῖς δίδωσι τὰ γεγραμμένα, ὡς ἔμψυχός ἐστιν ἡ ὁρωμένη κτίσις καὶ λογικήν τινα ἔχει αἴσθησιν ὁ κόσμος. εἰ γὰρ συστενάζει καὶ συνωδίνει καὶ τὴν ἀποκάλυψιν ἀπεκδέχεται, δῆλον ὅτι, φησί, καὶ αἰσθάνεται καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ κτίσιν νῦν λέγει οὐ τὰς ἀψύχους ὕλας ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις τὰς ταγείσας παρὰ θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ 94 βούλησιν, κατὰ τὸ γεγραμμένον· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. οὕτω δὲ καὶ ἐπὶ τοῦ εὐλογεῖτε ψῦχος καὶ καῦμα καὶ πάλιν χάλαζα καὶ χιὼν καὶ τὰ ὅμοια ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων δυνάμεσι λέγεσθαι νοητέον· οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακελεύεται αἰνεῖν τὸν θεόν. ὥσπερ γὰρ πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι καὶ ὥσπερ ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, τοὺς ἐπὶ τῆς γῆς

About this text

Diodorus of Tarsus, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Diodorus of Tarsus’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.