Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
ἀνθρώπους λέγει, καὶ πενθήσει οἶνος καὶ πενθήσει ἄμπελος τοὺς ἐφεστηκότας λέγει γεωργούς, οὕτω καὶ νῦν τὴν κτίσιν λέγει τὰς δυνάμεις τὰς ἐφεστηκυίας ταῖς ἀψύχοις ὕλαις καὶ αὐτὰς κτιστὰς οὔσας, ὥσπερ στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. Rom 8,–21 Τῆς ὑλώδους φύσεως δεδουλωμένης τῷ πονηρῷ καὶ ἐπιβουλευομένης ὑπ' αὐτοῦ πολλάκις κατὰ συγχώρησιν θεοῦ, ὥστε καὶ λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ ἄλλας φθορὰς ὑπ' αὐτοῦ κατασκευάζεσθαι· καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων ἀσεβῶς διαγόντων ἔχειν χώραν τὸν πονηρόν, ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει τὰ περὶ αὐτοὺς στοιχεῖα κακοῦν. ὧν γενομένων αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν, ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμεν· ἡ οἰκία θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται, ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ' ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων αὐτῆς· ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν ἀνθρώπων ματαίαν προσκύνησιν καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς. φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ, ἀλλ' ὑπετάγη συγχωρήσαντος τοῦ θεοῦ, καὶ ὑπετάγη 95 ἐπ' ἐλπίδι μελλούσῃ. ποίᾳ; ταύτῃ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων· διὸ εἰκότως ἡ καραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ ἀπεκδέχεται. Rom 8,23 Οὐ μόνον, φησίν, ἡ κτίσις στενάζει καὶ ὠδίνει τὴν ἐλευθερίαν διὰ τοῦ πνεύματος ἀπεκδεχομένη, ἀλλὰ καὶ ἡμεῖς, καίτοι ἤδη τὰς ἀπαρχὰς τοῦ πνεύματος εἰληφότες καὶ πειρασθέντες αὐτοῦ τῆς εὐεργεσίας, εἰ καὶ 6 μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως εἰλήφαμεν, ὅ ἐστιν ἡ υἱοθεσία διὰ τῆς τοῦ σώματος ἀπολυτρώσεως. Rom 8,29–30 Οὐδὲ ἐν τούτοις τὸ αὐτεξούσιον ὁ λόγος ἀναιρεῖ· πρῶτον γὰρ ἔφη προγινώσκειν τὸν θεὸν εἶτα προορίζειν. ἡ δὲ πρόγνωσις δῆλον ὡς οὐκ ἔστιν ἀναγκαστικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ προθέσεως. σαφέστερον δὲ ἂν εἴη τὸ ῥηθὲν εἰ τῶν εἰρημένων ἐνταῦθα ἀπὸ τῶν τελευταίων ἀρξάμενοι ἐπὶ τὰ πρῶτα ἀνίοιμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ θεός; οὓς ἐδικαίωσεν. τίνας δὲ προώρισεν; οὓς προέγνω, τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, τοῦτ' ἔστι τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν ἀξίους ὄντας κληθῆναι καὶ συμμορφωθῆναι Χριστῷ. 96 Rom 8,31–32 ∆είξας διὰ τῶν πράξεων ὅτι συνεργεῖ πάντα ἡμῖν εἰς ἀγαθὸν διὰ τὴν τοῦ θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε κατὰ πρόθεσιν κλητούς, τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ θεοῦ ἐπάγει, ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· τί γάρ, εἰ καὶ μὴ θάνατος κατεκυρίευσε τοῦ σωτῆρος, ἐπεὶ καὶ ἐπ' αὐτῷ κυρίῳ τὸ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτήν; ἀλλ' ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσιν, τήν τε ἰδίαν καὶ τὴν τοῦ πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ ἡμῶν θεοῦ οἰκονομοῦντος, τίς ἐμποδήσει; τίς οὕτως ἰσχυρός, ὥστε τὰς εἰς ἡμᾶς τοῦ θεοῦ δωρεὰς διακωλύσαι; εἰκότως γὰρ ὁ τοῦ υἱοῦ δι' ἡμᾶς μὴ φεισάμενος καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει καὶ τῶν ἀγαθῶν προσθήσει τὴν χάριν. Rom 9,1–5 Ἀναγκαίως τῷ παρέποντι ὅρκῳ πιστοῦται τὸν λόγον· προειπὼν γὰρ ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνον τῆς συγγενείας αὐτοῦ ἡττᾶται. φησὶν οὖν ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἂν καὶ σῶμα καὶ ψυχὴν προήκατο, ἵνα ὧν ἐκπεπτώκασιν, τὰ αὐτὰ πάλιν ἀνακαλέσωνται, πιστεύσαντες εἰς Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν ἐφ' οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγελίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες, καὶ τὸ μέγιστον· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. ἐξ αὐτῶν, φησίν, ὁ Χριστός· θεὸς δὲ οὐ μόνον αὐτῶν, ἀλλὰ κοινῇ ἐπὶ πάντων ἐστὶ θεός. τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι, ἀλλ' ἵνα ταῦτα ἀνακτήσωνται, φησίν, ἡδέως ἂν ἀνάθεμα ὑπὲρ αὐτῶν ἐγενόμην ἀπὸ τοῦ Χριστοῦ. τὸ δὲ ἀνάθεμα τὸν
About this text
Diodorus of Tarsus, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Diodorus of Tarsus’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.