Fragmenta Unit 1 opening
Unit 1.
Lemma-led open — , , , . . Ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲν ἀδελφοὺς ποικίλως εὐεργετεῖν, ἐκκλ
Greek
Fragmenta BEATI DIONYSII, CORINTHII EPISCOPI, MEDIO QUI SAECULO SECUNDO FLORUIT, FRAGMENTA. EX EPISTOLA AD ROMANOS QUAM AD SOTEREM EPISCOPUM EORUM SCRIPSIT. Ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲν ἀδελφοὺς ποικίλως εὐεργετεῖν, ἐκκλησίαις τε πολλαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν· ὧδε μὲν τὴν τῶν δεομένων πενίαν ἀναψύχοντας· ἐν μετάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας· δι' ὧν πέμπετε ἀρχῆθεν ἐφοδίων, πατροπαράδοτον ἔθος Ῥωμαίων Ῥωμαῖοι διαφυλάττοντες· ὃ οὐ μόνον διατετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτὴρ, ἀλλὰ καὶ ἐπηύξηκεν· ἐπιχορηγῶν μὲν τὴν διαπεμπομένην δαψίλειαν τὴν εἰς τοὺς ἁγίους· λόγοις δὲ μακαρίοις τοὺς ἀνιόντας ἀδελφοὺς ὡς τέκνα πατὴρ φιλόστοργος παρακαλῶν. ηαεξ αττυλιτ ευσεβιυς λιβ. ιῃ. ηιστ. ξ. 23. 180 εχ εαδεμ επιστολα. Ἐν αὐτῇ δὲ ταύτῃ (επιστολα) καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, (ῃερβα ευσεβιι συντ ιν λοξο μοδο σιγνατο) δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. λέγει γοῦν (διονψσιυς)· Τὴν σήμερον οὖν Κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολήν· ἣν ἕξομεν ἀεί ποτε ἀναγινώσκοντες νουθετεῖσθαι, ὡς καὶ τὴν προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν. εχ εαδεμ επιστολα. Ταῦτα (ῃαλεσιυς εμενδατ ταύτῃ) καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας, τὴν
About this text
Diodorus of Tarsus, Fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Diodorus of Tarsus’s Fragmenta — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.