Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς, ὁμοίως ἐδίδαξαν. ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ὁμόσε διδάξαντες, ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν. προτυλιτ ηαεξ ευσεβιυς λιβ. ιι. ηιστ. ξ. 25. 181 εχ εαδεμ επιστολα. Ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν (ῃερβα ευσεβιι συντ ιν λιβ. ιῃ. ηιστ. ξ. 23.) ὡς ῥᾳδιουργηθεισῶν. ταῦτα φησίν. Ἐπιστολὰς γὰρ ἀδελφῶν ἀξιωσάντων με γράψαι, ἔγραψα. καὶ ταύτας οἱ τοῦ διαβόλου ἀπόστολοι ζιζανίων γεγέμικαν· ἃ μὲν ἐξαιροῦντες, ἃ δὲ προστιθέντες· οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν Κυριακῶν ῥαδιουργῆσαί τινες (φορ. λεγενδ. τινας) ἐπιβέβληνται γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοιαύταις ἐπιβεβλήκασι (αλιι ἐπιβουλεύκασι). δε ρελιθυις σεπτεμ επιστολις ηαεξ ποσυιτ ιβιδεμ ευσεβιυς. Καὶ πρῶτόν γε περὶ ∆ιονυσίου φατέον· ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον· καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνον τοῖς ὑπ' αὐτὸν, ἀλλ' ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει· χρησιμώτατον
About this text
Diodorus of Tarsus, Fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Diodorus of Tarsus’s Fragmenta — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.