Apophthegmata · §u01-open

Apophthegmata Unit 1 opening

Unit 1.

Lemma-led open — Περὶ τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου. αʹ. ∆ιηγήσατο ὁ ἅγιος Ἐπιφάνιος ὁ ἐπίσκοπος, ὅτ

Greek

Apophthegmata Περὶ τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου. αʹ. ∆ιηγήσατο ὁ ἅγιος Ἐπιφάνιος ὁ ἐπίσκοπος, ὅτι ἐπὶ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, κορῶναι περιϊπτάμεναι τὸ τοῦ Σεράπιδος ἱερὸν, ἔκραζον ἀπαύ 65.164 στως, Κρᾶς, Κρᾶς. Καὶ προστάντες ἐπὶ τὸν μακάριον Ἀθανάσιον οἱ Ἕλληνες, ἔκραξαν· Κακόγηρε, εἰπὲ ἡμῖν τί κράζουσιν αἱ κορῶναι. Καὶ ἀποκριθεὶς εἶπεν· Αἱ κορῶναι κράζουσι, Κρᾶς, Κρᾶς· τὸ δὲ Κρᾶς τῇ Αὐσωνίων φωνῇ αὔριόν ἐστι καὶ προσετίθει, ὅτι Αὔριον ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Καὶ ἑξῆς ἠγγέλθη ὁ θάνατος τοῦ Ἰουλιανοῦ βασιλέως. Καὶ τούτου γενομένου, συνδραμόντες κατέκραζον τοῦ Σεράπιδος, λέγοντες· Ἐὰν οὐκ ἤθελες αὐτὸν, τί ἐλάμβανες τὰ αὐτοῦ; βʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ἦν τις ἡνίοχος κατὰ τὴν Ἀλεξανδρέων, ὃς ἦν μητρὸς Μαρίας υἱός. Οὗτος ἱππικοῦ ἐπιτελουμένου κατέπεσεν· εἶτα ἀναστὰς παρῆλθε τὸν καταβεβληκότα, καὶ ἐνίκησε. Καὶ τὸ πλῆθος ἀνεβόησεν· Ὁ Υἱὸς Μαρίας πέπτωκε καὶ ἐγήγερται καὶ ἐνίκησε. Ταύτης ἔτι τῆς φωνῆς λεγομένης, ἐνέπεσεν ἡ περὶ τοῦ ἱεροῦ τοῦ Σεράπιδος φήμη τῷ πλήθει, ὅτι ὁ μέγας Θεόφιλος ἀνελθὼν, τὸ τοῦ Σεράπιδος κατέστρεψεν εἴδωλον, καὶ τοῦ ναοῦ γέγονεν ἐγκρατής. γʹ. Ἐδηλώθη τῷ μακαρίῳ Ἐπιφανίῳ τῷ ἐπισκόπῳ Κύπρου παρὰ τοῦ ἀββᾶ τῆς μονῆς ἧς εἶχεν ἐν Παλαιστίνῃ, ὅτι Εὐχαῖς σου οὐκ ἠμελήσαμεν τοῦ κανόνος ἡμῶν, ἀλλὰ μετὰ σπουδῆς καὶ τὴν τρίτην καὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην ἐπιτελοῦμεν. Ὁ δὲ

About this text

Epiphanius of Salamis, Apophthegmata (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Apophthegmata — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.