Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
καταγνοὺς αὐτῶν, ἐδήλωσεν αὐτοῖς λέγων, ὅτι Φανεροί ἐστε ἀμελοῦντες τὰς ἄλλας ὥρας τῆς ἡμέρας ἀργοῦντες ἀπὸ τῆς εὐχῆς. ∆εῖ γὰρ τὸν ἀληθινὸν μοναχὸν ἀδιαλείπτως ἔχειν τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἐν τῇ καρδίᾳ αὐτοῦ. δʹ. Ἔπεμψέ ποτε ὁ ἅγιος Ἐπιφάνιος πρὸς τὸν ἀββᾶν Ἱλαρίωνα, παρακαλῶν αὐτὸν, καὶ λέγων· ∆εῦρο, ἴδωμεν ἑαυτοὺς πρὸ τοῦ ἐξελθεῖν ἡμᾶς ἀπὸ τοῦ σώματος· καὶ παραγενομένου αὐτοῦ, ἐχάρησαν μετ' ἀλλήλων. Ἐσθιόντων δὲ αὐτῶν, ἠνέχθη πετεινόν. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἔδωκε τῷ ἀββᾷ Ἱλαρίωνι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἔφαγον θῦμα. Καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἐγὼ δὲ ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ' ἐμοῦ, οὐδὲ ἐγὼ ἐκοιμήθην ἔχων κατὰ τινός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἡ σὴ πολιτεία μείζων ἐστὶ τῆς ἐμῆς. εʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ Μελχισεδὲκ, τὴν ῥίζαν τῶν Ἰουδαίων εὐλόγησε τὸν Ἀβραάμ· πολλῷ πλέον αὐτὴ ἡ ἀλήθεια ὁ Χριστὸς, εὐλογεῖ καὶ ἁγιάζει πάντας τοὺς πιστεύοντας εἰς αὐτόν. ς ʹ. Ὁ αὐτὸς ἔλεγεν· Ἡ Χαναναία βοᾷ καὶ ἀκούεται· καὶ ἡ αἱμόῤῥους σιωπᾷ καὶ μακαρίζεται· ὁ δὲ Φαρισαῖος κράζει καὶ κατακρίνεται· ὁ τελώνης οὐδὲ ἀνοίγει τὸ
About this text
Epiphanius of Salamis, Apophthegmata (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Apophthegmata — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.