Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
μακαρισμοί; καὶ ἔφη· Ἰσάριθμος τῶν Αἰγυπτιακῶν μαστίγων ὁ ∆εκάλογος· τριπλῆς δὲ Τριάδος εἰκὼν, ἡ τῶν μακαρισμῶν ἀρίθμησις. ιδʹ. Ἠρωτήθη ὁ αὐτὸς, εἰ ἀρκεῖ εἷς δίκαιος δυσωπῆσαι τὸν Θεὸν, καὶ ἔφη· Ναὶ, αὐτὸς γὰρ εἶπεν· Ἐρευνήσατε ἕνα ποιοῦντα κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι παντὶ τῷ λαῷ. ιεʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον παραχωρεῖ μετανοοῦσιν, ὡς τῇ πόρνῃ καὶ τῷ τελώνῃ· τοὺς δὲ δικαίους ἀπαι 65.168 τεῖ καὶ τόκους. Καὶ τοῦτό ἐστιν ὃ τοῖς ἀποστόλοις ἔλεγεν, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ις ʹ. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι ὀλίγον πάνυ τὰς δικαιοσύνας ὁ Θεὸς πωλεῖ τοῖς ἀγοράζειν σπουδάζουσι· μικροῦ κλάσματος ἄρτου, εὐτελοῦς ἱματίου, ψυχροῦ ποτηρίου, ἑνὸς ὀβολοῦ. ιζʹ. Προσετίθει δὲ καὶ τοῦτο, ὅτι παρ' ἀνθρώπῳ δανειζόμενος ἄνθρωπος διὰ πενίαν, ἢ χρείαν εὐπορίας, καὶ ἀποδιδοὺς χάριτας μὲν ὁμολογεῖ, κρύφα δὲ ἀποδίδωσιν αἰσχυνόμενος. Ὁ δὲ δεσπότης Θεὸς τὸ ἀνάπαλιν· κρυφῆ δανειζόμενος ἐνώπιον ἀγγέλων καὶ ἀρχαγγέλων καὶ δικαίων ἀποδίδωσιν.
About this text
Epiphanius of Salamis, Apophthegmata (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Apophthegmata — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.