Apophthegmata · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

στόμα καὶ ἀκούεται. ζʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ∆αβὶδ ὁ προφήτης, ἐν ἀωρίᾳ ηὔχετο, μεσονύκτιον ἐξηγείρετο, πρὸ τοῦ ὄρθρου παρεκάλει, ὄρθρου παρίστατο, πρωΐας ἐδέετο, ἑσπέρας καὶ μεσημβρίας ἱκέτευε, καὶ διὰ τοῦτο ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε. ηʹ. Εἶπε πάλιν, ὅτι ἀναγκαία τῶν Χριστιανῶν βιβλίων ἡ κτῆσις τοῖς ἔχουσι. Καὶ αὐτὴ γὰρ καθ' ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις, ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται, καὶ πρὸς δικαιοσύνην μᾶλλον διανίστασθαι προτρέπεται. θʹ. Εἶπε πάλιν, ὅτι μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν, τῶν Γραφῶν ἡ ἀνάγνωσις. ιʹ. Εἶπε πάλιν, ὅτι μέγας κρημνὸς καὶ βαθὺ βάραθρον, τῶν Γραφῶν ἡ ἄγνοια. ιαʹ. Εἶπε πάλιν, ὅτι μεγάλη προδοσία σωτηρίας, τὸ μηδένα τῶν θείων νόμων εἰδέναι. ιβʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι τὰ τῶν δικαίων ἁμαρτήματα περὶ τὰ χείλη ἐστὶ, τὰ δὲ τῶν ἀσεβῶν, ἐξ ὅλου τοῦ σώματος. Ὅθεν ψάλλει ∆αβίδ· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· Καί· Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. ιγʹ. Ὁ αὐτὸς ἠρωτήθη, ∆ιατί δέκα μέν εἰσιν αἱ νομικαὶ ἐντολαὶ, ἐννέα δὲ οἱ

About this text

Epiphanius of Salamis, Apophthegmata (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Apophthegmata — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.