Appendices ad indices apostolorum discipulorumque · §u01-open

Appendices ad indices apostolorum discipulorumque Unit 1 opening

Unit 1.

Lemma-led open — Τιμόθεος ὁ ἐπίσκοπος Ἐφέσου κατασταθεὶς ὑπὸ τοῦ μακαρίου Παύλου ἐξ ἐθνῶν ἦν, οὐκ ἐκ περιτο

Greek

Appendices ad indices apostolorum discipulorumque 126 Τιμόθεος ὁ ἐπίσκοπος Ἐφέσου κατασταθεὶς ὑπὸ τοῦ μακαρίου Παύλου ἐξ ἐθνῶν ἦν, οὐκ ἐκ περιτομῆς, ᾧ καὶ πολλὰ μαρτυρεῖ Παῦλος νουθετῶν τὴν καλὴν ὁμολογίαν τοῦ δοθέντος αὐτῷ χαρίσματος φυλάξαι, ὃς καὶ ἐνδόξως ἐκεῖ ἐμαρτύρησεν. 127 Τίτος ἐπίσκοπος Κρήτης αὐτοῖς τοῖς Κρησὶ καὶ ταῖς πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θανὼν ἐτάφη. Κρήσκης ἐν Γαλλίαις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θάπτεται. Ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων ἐν Ἀραβίᾳ τῇ εὐδαίμονι καὶ ἐν Ταπροβάνῃ νήσῳ καὶ ἐν ὅλῃ τῇ ἐρυθρᾷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, λόγος δὲ ἔχει καὶ μεμαρτυρηκέναι αὐτὸν ἐνδόξως καὶ ταφῆναι ἐκεῖ· καί ἐστιν αὐτοῦ τὸ κοιμητήριον ὅπλον ἀκαταμάχητον τοῖς πιστοῖς ἀλιτηρίων βαρβάρων, φυγαδευτήριον νόσους ἀπελαῦνον καὶ ἰάματα ἐνεργοῦν ἕως καὶ σήμερον. Ἐκ τῶν ἀποστόλων τοῦ σωτῆρος τῶν οʹ γεγόνασιν, ὡς ἱστορεῖ Κλήμης ἐν πέμπτῃ τῶν ὑποτυπόσεων, Βαρνάβας, 128 Σωσθένης, Κηφᾶς ὁμώνυμος Πέτρῳ, Ματθίας ὁ συγκαταριθμηθεὶς τοῖς ἕνδεκα, Εὔβουλος, Πούδης, Κρίσκης, ἐν τῇ βʹ, Βαρσαβᾶς καὶ Λίνος, οὗ μέμνηται Παῦλος

About this text

Epiphanius of Salamis, Appendices ad indices apostolorum discipulorumque (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Appendices ad indices apostolorum discipulorumque — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.