De prophetarum vita et obitu Recensio altera · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

Καὶ ὑπὲρ τοῦ Ναβουχοδονόσορ πολλὰ ηὔξατο· παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ ὅτε γέγονεν θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπώληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις ὡς λέων. Ἀπεκαλύφθη δὲ τῷ ἁγίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι θηρίον μὲν γέγονε διὰ τὸ φιλήδονον αὐτοῦ καὶ σκληροτράχηλον, κτῆνος δὲ ὅτι ὑπὸ ζυγὸν ἦν τοῦ Βελίαρ καὶ ὑπήκοος· καὶ ὡς μὲν βοῦς ἤσθιε χόρτον· ἐγίνετο δὲ αὐτῷ ἀνθρωπίνης φύσεως τροφή. Ἐκρατήθη δὲ ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν· καὶ νοῶν εὐθέως ἐδάκρυε, καὶ παρεκάλει τὸν θεὸν κατὰ νοῦν πᾶσαν ἡμέραν καὶ ὥραν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ γεγόνασι κρεώδεις ἐκ πολλῶν δακρύων. Καὶ πολλοὶ τῆς πόλεως ἑώρων αὐτὸν καὶ ἐθαύμαζον. Ὁ δὲ ∆ανιὴλ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτόν. Ἀλλὰ πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ, δεόμενος τοῦ θεοῦ. Ἔλεγε γάρ· ὅτι πάλιν ἄνθρωπος γενήσεται καὶ ἠπίστουν αὐτῷ. Ὁ δὲ ∆ανιὴλ τὰ ἑπτὰ ἔτη ἃ εἶπεν ἑπτὰ καιροὺς ἐποίησε γενέσθαι ἑπτὰ μῆνας καὶ τὸ μυστήριον τῶν ζʹ καιρῶν ἐτελειώθη ἐπ' αὐτὸν μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ. Καὶ ἀπέδωκεν πάλιν αὐτῷ ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ, οὔτε δὲ ἄρτον ἢ κρέας ἔφαγεν, οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος τῷ θεῷ, ὅτι ∆ανιὴλ αὐτῷ προσέταξεν ὀσπρέοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσασθαι τὸν 66 θεόν· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὅτι ἠθέλησεν αὐτὸν συγκληρονόμον καταστῆσαι τῶν τέκνων αὐτοῦ· ἀλλ' εἶπεν ὁ ὅσιος· ἵλεώς μοι ἀφεῖναι κληρονομίαν πατέρων μου, καὶ κολληθῆναι κληρονομίᾳ ἀπεριτμήτων. Καὶ τοῖς μετέπειτα δὲ βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράστια, ὅσα οὐκ ἔγραψα· δεύτερον δὲ ἐβλήθησαν τῷ λάκκῳ τῶν λεόντων ὑπὲρ εὐσεβείας καὶ ἀγάπης θεοῦ. Τὸ μὲν γὰρ πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων ∆αρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς τῷ θεῷ προσηύχετο. Τὸ δὲ δεύτερον, διότι τὸν Βῆλ κατέστρεψε καὶ τὸν δράκοντα ἐφόνευσεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη, καὶ ἀβλαβὴς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ εὐθὺς κατεβρώθησαν ὑπ' αὐτῶν· μετὰ δὲ ταῦτα γηράσας καὶ τελευτήσας ἐν εἰρήνῃ, ἐτάφη ἐκεῖ ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Ἔδωκε δὲ τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω τῆς Βαβυλῶνος λέγων· ὅτε καπνισθήσεται τὰ ἐκ βοῤῥᾶ, ἥξει τὸ τέλος Βαβυλῶνος, ὅτε δὲ ὡς πυρὶ καίεται, τὸ τέλος πάσης τῆς γῆς. Ἐὰν δὲ τὰ ἐν τῷ νότῳ ὄρη ῥεύσωσιν ὕδατα, ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτῶν· καὶ ἐὰν αἷμα ῥεύσωσιν, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. αʹ. Ἠλίας ὁ Θεσβίτης ἦν ἐκ γῆς Ἀράβων φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θεσβὶς δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τίκτεσθαι, εἶδε Σοβαχὰ ἡ μήτηρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ἐν πυρὶ αὐτὸν 67 ἐσπαργάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν, καὶ ἐλθὼν ὁ πατὴρ αὐτοῦ Ἀσὼμ ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· θάρσει· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί. Καὶ γὰρ ζηλωτὴς καὶ φύλαξ τῶν τοῦ θεοῦ ἐντολῶν ἀκριβὴς γεγονὼς καὶ μεγίστων μυστηρίων καὶ χαρισμάτων θείων ἀξιωθεὶς ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, ὃς πάλιν ἐλεύσεται πρὸ τῆς συντελείας, ὥς φησιν ὁ θεὸς διὰ Μαλαχίου· ἰδοὺ ἐξαποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. βʹ. Ὁ δὲ τούτου φοιτητὴς Ἐλισσαῖος ἦν ἐξ Ἀβελμουήλ· γῆς τοῦ Ῥουβὶμ φυλῆς Λευΐ· υἱὸς Ἰωσαφάτ· καὶ οὗτος δὲ ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ χρυσῆ δάμαλις ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη ἐν Ἱερουσαλήμ, ὃς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτά. Καὶ γὰρ ἐπαναπαυσάμενον ἐπ' αὐτὸν τὸ πνεῦμα διπλοῦν γέγονεν ἐν αὐτῷ διπλᾶ ἐν πνεύματι καὶ τὰ χαρίσματα καὶ τὰ ἐνεργήματα· ὅθεν οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ἐθαυματούργει, ἀλλὰ καὶ θανὼν καὶ ταφεὶς ἐν Σαμαρείᾳ, ἐῤῥίφη νεκρὸς μονόζωος ἐν τῷ τάφῳ αὐτοῦ. Καὶ εὐθὺς ἀνέζησεν ὁ νεκρός.

About this text

Epiphanius of Salamis, De prophetarum vita et obitu Recensio altera (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s De prophetarum vita et obitu Recensio altera — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.