De prophetarum vita et obitu Recensio altera · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

τῷ τάφῳ τοῦ προφήτου, καὶ ἐπιγνοὺς τὰ εἰς αὐτὸν μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα, περιστείλας αὐτὰ ἐνδόξως· καὶ ἐκωλύθη ἐκ τῆς γῆς τὸ γένος τῶν ἀσπίδων, καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὰ θηρία. Οὗτος ὁ προφήτης σημεῖον δέδωκε τοῖς ἱερεῦσιν Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν τὰ χειροποίητα αὐτῶν, ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα βρέφος θεοειδές. ∆ιὸ καὶ ἕως νῦν τιμῶσι παρθένον λοχοῦν καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσι. Καὶ Πτολεμαίῳ τῷ βασιλεῖ πυνθανομένῳ τὴν αἰτίαν ἔλεγον, ὅτι· πατροπαράδοτον ἡμῖν ἐστι μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα τὸ πέρας τοῦ μυστηρίου ἡμῶν. Οὗτος δὲ πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ λέγων τοῖς παρεστῶσιν· ἀπεδήμησε κύριος ἐκ Σιὼν εἰς οὐρανόν, καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει. Καὶ σημεῖον ὑμῖν ἔστω τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσι. Τὴν δὲ κιβωτὸν ταύτην οὐδεὶς ἐκβάλλει εἰ μὴ Ἀαρών· καὶ τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπτύσσει ἱερέων ἢ προφητῶν εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ. Καὶ ἐν τῇ ἀναστάσει πρῶτον ἡ κιβωτὸς τοῦ θεοῦ ἀναστήσεται καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν ὄρει Σινᾷ, καὶ τότε πάντες οἱ ἅγιοι συναχθήσονται ἐκεῖ, ἐκδεχόμενοι τὸν Χριστόν. Ἐν δὲ τῇ πέτρᾳ ἐσφράγισε 63 τῷ δακτύλῳ αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ, καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη ἐσκέπασε τὸ ὄνομα, καὶ οὐδεὶς νοεῖ τὸν τόπον ἕως τῆς συντελείας. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ ὅπου πρῶτον ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖται Μωϋσὴς καὶ Ἀαρών· καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Καὶ ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσῃ, ὅπως γένηται κοινωνὸς Μωϋσέως. ιεʹ. Ἰεζεκιὴλ υἱὸς Βουζῆ ἦν ἐν Σαριρᾷ, ἐκ τῶν ἱερέων· καὶ ἀποκτείνας αὐτὸν ἡγούμενος τοῦ Ἰσραὴλ ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας ἐλεγχόμενος ὑπ' αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασιν· ἔθαψαν αὐτὸν ἐκεῖ ἐν ἀγρῷ Μαούρ, ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξάθ, πολλὰ προφητεύσαντα τοῖς ἐν τῇ Ἰουδαίᾳ. Καὶ ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι καὶ ὁ Ἀβραὰμ εἰς Χεβρὼν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥας. ∆ιπλοῦν δὲ λέγεται, ὅτι εἱλικιῶδές ἐστιν καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου ὑπερῷον. Ἔδωκε δὲ τέρας τῷ λαῷ ὥστε προσέχειν τῇ ποταμῷ Χοβάρ, καὶ ὅτε ἐκλείποι, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσοι, τὴν Ἱερουσαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολλοὶ πρὸς αὐτὸν συνήρχοντο, ὥστε φοβεῖσθαι τοὺς Χαλδαίους μὴ ἀντάρωσι. ∆ιὸ καὶ ἐπῆλθεν αὐτοῖς εἰς ἀναίρεσιν· καὶ ἐποίησε στῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν· καὶ οἱ τολ 64 μήσαντες τῶν ἐχθρῶν ἐπιδιῶξαι κατεποντίσθησαν. Οὗτος διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο, καὶ πολλοῖς ἐκλιποῦσι ζωὴν ἐχαρίσατο. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προσῆλθε τοῖς ἡγουμένοις, καὶ διὰ τεραστίων φοβηθέντες ἐπαύσαντο. Τότε ἔλεγεν αὐτοῖς ὅτι· διαπεφωνήκαμεν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἔσται ἐλπὶς τῷ Ἰσραήλ, καὶ ἐνταῦθα καὶ ἐπὶ τοῦ μέλλοντος. Οὗτος ἐκεῖ ὢν ἐδείκνυε τῷ λαῷ Ἰσραὴλ τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ, οὗ τὸ τεῖχος καὶ τὸ περίτειχος πλατύ, καθὼς εἶπε ∆ανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν τοῦ Γάδ, ὅτι ἠσέβουν εἰς κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν τοὺς ὄφεις ἀναλίσκειν τὰ βρέφη καὶ πάντα τὰ κτήνη αὐτῶν λέγων, ὅτι· δι' αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. Ἐξ ὧν καὶ ἀνῃρέθη. ις ʹ. ∆ανιὴλ ἦν ἐκ Βεθόρων τῆς ἀνωτέρας φυλῆς Ἰούδα· γένους τῶν ἐξοχωτάτων τῆς βασιλικῆς ὑπηρεσίας, καὶ ἔτι νήπιος ὢν ἀπῆλθεν εἰς γῆν Χαλδαίων. Ἦν δὲ ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα. Πολλὰ δὲ ἐπένθησεν ἐπὶ τὴν πόλιν καὶ ἐν νηστείᾳ ἤσκησεν 65 ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς.

About this text

Epiphanius of Salamis, De prophetarum vita et obitu Recensio altera (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s De prophetarum vita et obitu Recensio altera — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.